ΕΣΠΕΡΙΝΟΣ.
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς 103.
· Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
· Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
· Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
· Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
· Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
· Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
· Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
· Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
· Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
· Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
· Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
· Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
· Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
· Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
· Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
· Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
· Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
· Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
· Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
· Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
· Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
· Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
· Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
· Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
· Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
· Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
· Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
· Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
· Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
· Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
· Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
· Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
· ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
· Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
· Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν.
· Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα .. Καὶ νῦν ..
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Ὁ διάκονος:
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ
τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ
Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς εἰρήνης τοῦ
σύμπαντος κόσμου, εὐσταθείας τῶν
ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς
τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου,
καὶ τῶν μετὰ πίστεως, εὐλαβείας,
καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ,
τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῶν εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ πατρός καὶ
Ἀρχιεπισκόπου ἡμῶν (……), τοῦ
τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ
διακονίας, παντός τοῦ Κλήρου καὶ
τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν
Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας
ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν
καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ,
τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς πόλεως (Μονῆς,
Κώμης) ταύτης, πάσης πόλεως καὶ
χώρας καὶ τῶν πίστει οἰκούντων ἐν
αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ εὐκρασίας ἀέρων,
εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ
καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ πλεόντων,
ὁδοιπορούντων, νοσούντων,
καμνόντων, αἰχμαλώτων καὶ τῆς
σωτηρίας αὐτῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ
πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ
ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ
διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου,
ὑπερευλογημένης, ἐνδόξου,
Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, μετὰ πάντων
τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν
ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοὶ, Κύριε.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ψαλμὸς ρμ’ (140).
· Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι μὲ πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
ὁ β’ χορός.
· Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
- Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
- Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
- Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
- Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
- Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
- Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
- Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
- Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
- Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
- Ψαλμὸς 141.
- Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
- Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
- Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
- Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
- Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
- Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
- Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
- Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
- Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ἦχος πλ. α΄.
Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ἦχος πλ. α΄.
Ὁ τὴν Ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Ἦχος πλ. α΄.
Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.
Ἕτερα Στιχηρά, Ἀνατολικά. Ἦχος πλ. α΄.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ Φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾍδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοι.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ἦχος πλ. α΄.
Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν· αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται, χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη, Ἀδὰμ πεσὼν ἀνίσταται, διάβολος κατήργηται.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. α΄.
Οἱ τῆς κουστωδίας ἐνηχοῦντο ὑπὸ τῶν παρανόμων· Καλύψατε Χριστοῦ τὴν Ἔγερσιν, καὶ λάβετε ἀργύρια, καὶ εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἐκ τοῦ μνημείου ἐσυλήθη ὁ νεκρός. Τίς εἶδε, τίς ἤκουσε νεκρὸν κλαπέντα ποτέ, μάλιστα έσμυρνισμένον καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Μὴ πλανᾶσθε Ἰουδαῖοι, μάθετε τὰς ῥήσεις τῶν Προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀληθῶς, ὁ Λυτρωτὴς τοῦ κόσμου καὶ Παντοδύναμος.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Στιχηρὰ τῶν Ἁγίων Ἀναργύρων Ἦχος πλ. β’. Αὐτόμελον.
Ὅλην ἀποθέμενοι, ἐν οὐρανοῖς τὴν ἐλπίδα, θησαυρὸν ἀσύλητον, ἑαυτοῖς οἱ Ἅγιοι ἐθησαύρισαν· δωρεὰν ἔλαβον, δωρεὰν διδοῦσι, τοῖς νοσοῦσι τὰ ἰάματα, χρυσόν ἢ ἄργυρον, εὐαγγελικῶς οὐκ ἐκτήσαντο, ἀνθρώποις τε καὶ κτήνεσι, τὰς εὐεργεσίας μετέδωκαν· ἵνα διὰ πάντων, ὑπήκοοι γενόμενοι Χριστῷ, ἐν παρρησίᾳ πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Στίχ Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ἦχος πλ. β’ Αὐτόμελον.
Ὅλην ἀποθέμενοι, ἐν οὐρανοῖς τὴν ἐλπίδα, θησαυρὸν ἀσύλητον, ἑαυτοῖς οἱ Ἅγιοι ἐθησαύρισαν· δωρεὰν ἔλαβον, δωρεὰν διδοῦσι, τοῖς νοσοῦσι τὰ ἰάματα, χρυσόν ἢ ἄργυρον, εὐαγγελικῶς οὐκ ἐκτήσαντο, ἀνθρώποις τε καὶ κτήνεσι, τὰς εὐεργεσίας μετέδωκαν· ἵνα διὰ πάντων, ὑπήκοοι γενόμενοι Χριστῷ, ἐν παρρησίᾳ πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ψαλμὸς 116.
Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἦχος πλ. β’
Ὕλην ἑβδελύξαντο, τὴν ἐπὶ γῆς φθειρομένην, οὐρανοπολῖται δέ, ἐν σαρκὶ ὡς Ἄγγελοι ἐχρημάτισαν, ἡ ὁμόφρων σύσκηνος, ξυνωρὶς ὁμότροπος, τῶν Ἁγίων καὶ ὁμόψυχος. Διὸ τοῖς κάμνουσι, πᾶσι τὰς ἰάσεις βραβεύουσιν, ἀνάργυρον παρέχοντες, τὴν εὐεργεσίαν τοῖς χρῄζουσιν· οὓς ἐν ἐτησίοις, ὑμνήσωμεν ἀξίως ἑορταῖς, ἐν παρρησίᾳ πρεσβεύοντας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἦχος πλ. β’.
Ὅλην εἰσοικίσασα, ἐν ἑαυτῇ τὴν Τριάδα, δυὰς ἡ ἀοίδιμος, Κοσμᾶς καὶ Δαμιανὸς οἱ Θεόφρονες, ὡς κρουνοὶ βλύζουσιν, ἐκ πηγῆς νάματα, ζωηφόρου τῶν ἰάσεων, ὧν καὶ τὰ λείψανα, πάθη δι’ ἁφῆς θεραπεύουσι, καὶ μόνα τὰ ὀνόματα, νόσους ἐκ βροτῶν ἀπελαύνουσι, πάντων τῶν προσφύγων, σωτήριοι τελοῦντες τῷ Χριστῷ ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα .. Δοξαστικὸν Ἦχος πλ. β’. Ἀνατολίου.
Ἀτελεύτητος ὑπάρχει τῶν Ἁγίων ἡ χάρις, ἣν παρὰ Χριστοῦ ἐκομίσαντο· ὅθεν αὐτῶν καὶ τὰ λείψανα, ἐκ θείας δυνάμεως, διηνεκῶς ἐνεργοῦσι τοῖς θαύμασιν, ὧν καὶ τὰ ὀνόματα μόνα, ἐκ πίστεως ἐπιβοώμενα, τῶν ἀνιάτων ἀλγηδόνων ἀπαλλάττουσι, δι’ ὧν Κύριε καὶ ἡμᾶς, τῶν τῆς ψυχῶν καὶ σώματος παθῶν ἐλευθέρωσον, ὡς φιλάνθρωπος.
Και νυν .. Ἦχος πλ. α’.
Ἐν τῇ ἐρυθρὰ θαλάσση τῆς ἀπειραγάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νὺν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὧν καὶ προῶν, καὶ φανεῖς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος.
Σοφία· Ορθοί !
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Ἑσπέρας προκείμενον.
Τῷ Σαββάτῳ Ἑσπέρας. Ἦχος β΄.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στίχος. Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στίχος. Καὶ γάρ ἐστερέωσε τήν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Ὁ διάκονος:
- Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
- Κύριε ἐλέησον (ἅπαξ).
- Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
- Κύριε ἐλέησον (ἅπαξ).
- Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
- ·Κύριε ἐλέησον (ἐκ τρίτου).
- Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
- Κύριε ἐλέησον (ἐκ τρίτου).
- Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
- Κύριε ἐλέησον (ἐκ τρίτου).
- Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
- Κύριε ἐλέησον (ἐκ τρίτου)
- Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
- Κύριε ἐλέησον (ἐκ τρίτου)
- Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
- Κύριε ἐλέησον (ἅπαξ)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀμήν.
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ὁ διάκονος:
- Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
- Κύριε ἐλέησον.
- Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
- Κύριε ἐλέησον.
- Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
- Παράσχου Κύριε.
- Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα των ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
- Παράσχου Κύριε.
- Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
- Παράσχου Κύριε.
- Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
- Παράσχου Κύριε.
- Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
- Παράσχου Κύριε.
- Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
- Παράσχου Κύριε.
- Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
- Σοὶ Κύριε.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
Ὁ Χορός: Ἀμήν.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου. Σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ, οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας; οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Εἰς τὸν στίχον. Ἀπόστιχα Στιχηρὰ. Τὸ Ἀναστάσιμον. Ἦχος πλ. α΄.
Σὲ τὸν Σαρκωθέντα Σωτήρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ἀσμάτων μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας Ἄδου πύλας, τριήμερος ἀνέστης, σώζων τὰς ψυχὰς ἡμῶν.
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Νυγείσης σου τῆς πλευρᾶς Ζωοδότα, κρουνοὺς ἀφέσεως πάσιν ἐξέβλυσας, ζωῆς καὶ σωτηρίας, σαρκὶ δὲ θάνατον κατεδέξω, ἀθανασίαν ἡμῖν δωρούμενος, οἰκήσας τάφω δέ, ἡμᾶς ἠλευθέρωσας, συναναστήσας ἑαυτῶ ἐνδόξως ὡς Θεός, διὰ τοῦτο βοῶμεν. Φιλάνθρωπε Κύριε, δόξα σοί.
Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ξένη σου ἡ σταύρωσις, καὶ ἡ ἐν ἄδου κάθοδος, Φιλάνθρωπε ὑπάρχει, σκυλεύσας γὰρ αὐτόν, καὶ τοὺς πάλαι δεσμίους συναναστήσας ἑαυτῶ, ἐνδόξως ὡς Θεός, τὸν Παράδεισον ἀνοίξας, ἀπολαβεῖν τούτου ἠξίωσας, διὸ καὶ ἡμῖν τοὶς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, Παραδείσου οἰκήτορας καταξιῶν, ὡς μόνος εὔσπλαγχνος.
Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
O δι’ ἡμᾶς σαρκὶ πάθος δεξάμενος, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, τῆς σαρκὸς ἡμῶν τὰ πάθη θεράπευσον, καὶ ἀνάστησον ἐκ πταισμάτων χαλεπῶν, Φιλάνθρωπε, καὶ σῶσον ἡμᾶς.
Δόξα .. Δοξαστικὸν Ἦχος πλ. β’.
Πάντοτε ἔχοντες Χριστόν, ἐνεργοῦντα ἐν ὑμῖν, Ἅγιοι Ἀνάργυροι, θαυματουργεῖτε ἐν κόσμῳ ἀσθενοῦντας θεραπεύοντες· καὶ γὰρ τὸ ἰατρεῖον ὑμῶν, πηγὴ ὑπάρχει ἀνεξάντλητος, ἀντλουμένη δὲ μᾶλλον ὑπερεκβλύζει, καὶ χεομένη περισσεύεται, καθ’ ἑκάστην κενουμένη καὶ πληθυνομένη, πᾶσι χορηγοῦσα καὶ μὴ λειπομένη, καὶ οἱ ἀρυόμενοι κορέννυνται ἰάματα, καὶ αὕτη διαμένει ἀδαπάνητος. Τὶ οὖν ἡμᾶς καλέσωμεν; θεράποντας ἰατρους ψυχῶν τε καὶ σωμάτων, ἰατῆρας παθῶν ἀνιάτων, δωρεάν ἰωμένους ἅπαντας, εἰληφότας χαρίσματα, παρὰ τοῦ Σωτῆρος Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν .. Θεοτοκίον. Ἦχος πλ. β’.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ’).
Δόξα .. Καὶ νῦν ..
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ’).
Δόξα .. Καὶ νῦν ..
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
Ἀμήν.
Ἀπολυτίκιον Ἦχος πλ. α΄. Άυτόμελον.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Δόξα .. Ἀπολυτίκιον Ἦχος πλ. δ’.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
Καὶ νῦν .. Θεοτοκίον Ἦχος πλ. δ’.
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ὁ διάκονος:
- Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
- Κύριε ἐλέησον (ἅπαξ).
- Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
- Κύριε ἐλέησον (ἅπαξ).
- Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
- ·Κύριε ἐλέησον (ἐκ τρίτου).
- Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
- Κύριε ἐλέησον (ἐκ τρίτου).
- Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
- Κύριε ἐλέησον (ἐκ τρίτου).
- Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
- Κύριε ἐλέησον (ἐκ τρίτου)
- Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
- Κύριε ἐλέησον (ἐκ τρίτου)
- Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
- Κύριε ἐλέησον (ἅπαξ)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀπόλυσις.
ΙΕΡΕΥΣ: Σοφία!
Ὁ Ἀναγνώστης: Εὐλόγησον.
ΙΕΡΕΥΣ: Ὁ ὤν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ὁ Ἀναγνώστης: Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ, Μητροπόλει, Ἐνορία και Πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων.
Ἀμήν.
ΙΕΡΕΥΣ: Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὁ Ἀναγνώστης: Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ΙΕΡΕΥΣ: Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Ὁ Ἀναγνώστης: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Πάτερ Ἅγιε εὐλόγησον.
ΙΕΡΕΥΣ: Ὁ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ ἁγίου(τῆς ἡμέρας), οὖ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Τῌ Α’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ 2026.
ΚΥΡΙΑΚΗ. ΚΒ’ ( Ε’ ΛΟΥΚΑ ). Ἦχος πλ. α’.
Μνήμη τῶν Ἁγίων Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ και του Οσίου Δαυίδ του εν Ευβοία.
ΟΡΘΡΟΣ.
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Δόξα σοι ὁ Θεός, δόξα σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρός τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Ἀμήν.
Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ’).
Δόξα .. Καὶ νῦν ..
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ’).
Δόξα .. Καὶ νῦν ..
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
Αμήν.
Τροπάρια.
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα ..
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Καὶ νῦν .. Θεοτοκίον.
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
- Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (ἐκ γ’).
- Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (ἐκ β’).
Ψαλμὸς 3.
- Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·
- πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).
- σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
- φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα).
- ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
- οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
- ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
- τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Καὶ πάλιν.
- Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου.
Ψαλμὸς 37.
- Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
- ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου·
- οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.
- ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ.
- προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου·
- ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
- ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου·
- ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.
- Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.
- ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ.
- οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν·
- καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
- ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ·
- καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.
- ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου.
- ὅτι εἶπον· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.
- ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός.
- ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.
- οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως·
- οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην.
- μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ·
- πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
Καὶ πάλιν.
- μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ·
- πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου.
Ψαλμὸς 62.
- Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω·
- ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
- οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
- ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε.
- οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
- ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
- εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·
- ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
- ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
- αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ρομφαίας, μερίδες ἀλωπέκων ἔσονται.
- ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
Καὶ πάλιν.
- ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι,
- ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
Δόξα .. Καὶ νῦν ..
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ’).
Κύριε, ἐλέησον. (ἐκ γ’).
Δόξα .. Καὶ νῦν ..
Ψαλμὸς 87.
- Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
- εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
- ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε·
- προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος,
- ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
- ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
- ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. (διάψαλμα).
- ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς,
- παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας·
- ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου·
- μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι;
- μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;
- μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
- κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε.
- ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ;
- πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.
- ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με,
- ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα.
- ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
Καὶ πάλιν.
- Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
- εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου
Ψαλμὸς 102.
- Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ·
- εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ·
- τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου·
- τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς·
- τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
- ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
- ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς ᾿Ισραὴλ τὰ θελήματα αὐτοῦ.
- οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος·
- οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ·
- οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν,
- ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν·
- καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
- καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.
- ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει·
- ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
- τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν,
- καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
- Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
- εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
- εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ·
- εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν.
- ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.
Ψαλμὸς 142.
- Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
- καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
- ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου,
- ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
- ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
- διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα).
- ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου·
- μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
- ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα·
- γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου·
- ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου·
- τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με,
- ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου
- καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Καὶ πάλιν.
- εἰσάκουσόν μου Κύριε ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου (ἐκ β’).
- τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Δόξα .. Καὶ νῦν ..
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Ὁ διάκονος:
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ
τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ
Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς εἰρήνης τοῦ
σύμπαντος κόσμου, εὐσταθείας τῶν
ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς
τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου,
καὶ τῶν μετὰ πίστεως, εὐλαβείας,
καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ,
τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῶν εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ πατρός καὶ
Ἀρχιεπισκόπου ἡμῶν (……), τοῦ
τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ
διακονίας, παντός τοῦ Κλήρου καὶ
τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν
Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας
ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν
καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ,
τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς πόλεως (Μονῆς,
Κώμης) ταύτης, πάσης πόλεως καὶ
χώρας καὶ τῶν πίστει οἰκούντων ἐν
αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ εὐκρασίας ἀέρων,
εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ
καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ πλεόντων,
ὁδοιπορούντων, νοσούντων,
καμνόντων, αἰχμαλώτων καὶ τῆς
σωτηρίας αὐτῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ
πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ
ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ
διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου,
ὑπερευλογημένης, ἐνδόξου,
Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, μετὰ πάντων
τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν
ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοὶ, Κύριε.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ, β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ, γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Ἀπολυτίκιον Ἦχος πλ. α΄. Άυτόμελον.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Δόξα .. Ἀπολυτίκιον Ἦχος πλ. δ’.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
Καὶ νῦν .. Θεοτοκίον Ἦχος πλ. δ’.
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
ΚΑΘΙΣΜΑΤΑ.
Μετὰ τὴν α´ Στιχολογίαν. Ἦχος πλ. α΄ . Τὸν συνάναρχον Λόγον.
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοὶς ἐν ἅδῃ φῶς ἀνέτειλε.
Δόξα Πατρί ..
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κιενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ’ αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοί.
Καὶ νῦν .. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Μετὰ τὴν β´ Στιχολογίαν, ἕτερα Ἦχος πλ. α΄.
Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοί. Γυναῖκες ἀπετόλμησαν, καγῶ ἐδειλίασα. Ληστὴς ἐθεολόγησε, καγῶ ἠρνησάμην σε, ἄρα καλέσεις μὲ τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις μὲ ἀλιέα βυθοῦ; ἀλλὰ μετανοούντά με δέξαι, ὁ Θεὸς καὶ σώσόν με.
Δόξα Πατρί ..
Κύριε, ἐν μέσῳ σὲ προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχη τὴν πλευράν σου ἐξεκέντησαν, ὧ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ἄδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἕδραμον Γυναῦκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν Ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοί.
Καὶ νῦν .. Θεοτοκίον.
Ἀπειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαραποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνούμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀράς, καὶ νύν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἠμας.
ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α’.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρί .. Τριαδικὸν.
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν .. Θεοτοκίον.
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἡ Ὑπακοή. Ἦχος πλ α΄.
Ἀγγελικὴ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκὴ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοὶς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοὶς θαύμασι, καὶ παρέχοντος ἡμῖν μέγα ἔλεος.
ΑΝΑΒΑΘΜΟΙ.
Ἀντίφωνον Α´.
Ἐν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ἄδω σοὶ Σωτήρ μου. Ῥύσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
Τοὶς ἐρημικοὶς ζωὴ μακαρία ἐστί, θεϊκῶ ἔρωτι πτερουμένοις.
Δόξα Πατρί .. Καὶ νῦν ..
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοὶς ἀοράτοις, αὐτοκρατὲς γὰρ ὅν, τῆς Τριάδος ἓν ἐστιν ἀψεύστως.
Ἀντίφωνον Β´.
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.
Δεξιά σου χεὶρ καμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
Δόξα Πατρί .. Καὶ νῦν ..
Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν, Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νούς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἀντίφωνον Γ´.
Ἐπὶ τοῖς εἰρηκόσι μοί. Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρὰς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.
Ἐπὶ οἶκον Δαυϊδ, τὰ φοβερὰ τελεσιουργεῖται, πὺρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
Δόξα Πατρί .. Καὶ νῦν ..
Ἁγίω Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.
Προκείμενον.
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλη καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου..
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἡ Τάξις τοῦ Εὐαγγελίου.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον (ἐκ γ’).
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον (γ’).
Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου.
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
ΕΩΘΙΝΟΝ ΙΑ΄. Ἐκ τοῦ κατὰ Ἰωάννην Κεφ. 21:14-25.
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ ᾿Ιησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθείς ἐκ νεκρῶν, καί λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων ᾿Ιωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῶ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ᾿Ιωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμανε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον· Σίμων ᾿Ιωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι· Ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν, λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος, βλέπει τὸν Μαθητὴν ὃν ἠγάπα ὁ ᾿Ιησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· Κύριε, οὗτος δὲ τί; Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς, ὅτι ὁ Μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς, ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾿ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ Μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Ψαλμὸς 50.
- Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
- ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
- ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.
- σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
- ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
- ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
- ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
- ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
- ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
- καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
- μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
- ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
- διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
- ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
- Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
- ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
- θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
- ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ·
- τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα·
- τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Και ελέησόν με ο Θεός.
Δόξα .. Ἦχος β’.
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν ..
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς.
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου …
Κύριε, ἐλέησον (ιβ’).
Ἐλέει, καὶ οἰκτιρμοῖς …
ΚΑΝΟΝΕΣ.
Κανὼν ὁ Ἀναστάσιμος εἰς δ´ ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ὁ Εἱρμός.
Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ἄδοντα.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἠγειρὰς μὲ πεσόντα, τῶ βόθρω ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθοράς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρω μὲ εὐωδίασας.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται, ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοὶς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πάσιν ἀνθηφοροῦσα, Χριστὸν τοὶς πέρασι.
Ὁ Κανὼν πρῶτος τῶν Ἁγίων Ἀναργύρων, οὗ ἡ Ἀκροστιχίς. Ὕμνοις γεραίρω τοὺς σοφοὺς Ἀναργύρους Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. ᾨδὴ Ἦχος α’. Ὁ Εἱρμὸς.
«ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχῳ ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».
Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὑπὸ τῆς χάριτος, τῆς ἀρχικῆς Τριάδος, ἡ δυὰς ἡ θαυμαστὴ καὶ σεβάσμιος, φωτιζομένη πᾶσιν ἰάματα, τοῖς προσιοῦσι πιστῶς, παρέχει ἀενάως, ἀναβλυστάνουσα.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μυσταγωγούμενοι, τοῖς ζωηφόροις λόγοις, ὡς φωστῆρες ἐν κόσμῳ ἐξέλαμψαν, τὴν τῶν παθῶν ὁμίχλην, εὐκόλως διασκεδάζοντες, τῇ ζέσει τῆς πίστεως,οἱ Παμμακάριστοι.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νόμῳ πειθόμενοι, τῷ τοῦ Σωτῆρος πᾶσαν, ἡδυπάθειαν σαρκὸς μὲν ἀπέθεντο, ταῖς ἀρεταῖς ψυχὰς δέ, φανότατα καταλαμπρύναντες, ἐν κόσμῳ διέπρεψαν, οἱ ἀξιάγαστοι.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὅλον τὸν ἄνθρωπον, ἐν σῇ γαστρὶ σκηνώσας, Θεομῆτορ ἀπορρήτως ἠμφιάσατο, ὁ ἐκ Πατρὸς ἐκλάμψας, Υἱὸς ἀχρόνως ὁ ὑπέρθεος, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.
Ὁ Κανὼν δεύτερος τoυ Οσίου Δαβὶδ. ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Στίχ. Ὅσιε· τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Μεγαλοφώνως τὴν ἁγίαν μνήμην σου, ὑμνολογῆσαι τολμῶν, τὴν σὴν ἑξαιτοῦμαι, χάριν τὴν πολύφωτον, τὸν νοῦν μου καταυγάζουσαν, καὶ ἰσχύν μοι διδοῦσαν, ὅπως ἐπάξιον αἴνεσιν, ᾄσω σοι Δαβὶδ παμμακάριστε.
Στίχ. Ὅσιε· τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Λαμπρᾶς ἐκ ῥίζης ἄνθος εὐθαλέστατον, Πάτερ ἐβλάστησας, καὶ ἀμετρήτου βίου, εὐωδίαν κρείττονα, ἀπὸ παιδὸς διέπνευσας, ὁλικῶς τῷ Σωτῆρι, ἀνατεθεὶς ἐκ νεότητος, Πάτερ οὐρανίῳ φρονήματι.
Περιχαρῶς τοῦ Βαπτιστοῦ τῆς ὄψεως, Πάτερ ἠξίωσαι, καί, φωνῇ τῇ τούτου χαίρων ἠκολούθησας, ἐν ἀτελεῖ τῷ σώματι, καὶ τελείᾳ φρονήσει, ἐν τῷ ναῷ αὐτοῦ Ὅσιε, μείνας ἀληθῶς ὡς ἀσώματος.
Δόξα ..
Ἐξέστη Πάτερ ὁ σεπτὸς ,γεννήτωρ σου, ἡνίκα εἶδὲ σε, ἐν ναῷ ἁγίῳ ὅλον ἐξαστράπτοντα,πρὸ τῆς εἰκόνος Ὅσιε, Ἰωάννου τοῦ πάνυ, καὶ τὴν σὴν μέλλουσαν ἔλλαμψιν, Πνεύματι Ἁγίῳ μεμύηται.
Καὶ νῦν ..
Γένος βροτῶν τῆς καταδίκης σέσωσται, τοῦ πρωτοπλάστου Ἀδάμ, τῷ σῷ ἀπορρήτῳ, τόκῳ Παναμώμητε· Θεὸν σεσαρκωμένον γάρ, ὑπὲρ λόγον τεκοῦσα, χαρᾶς ἡμῖν ὤφθης πρόξενος· ὅθεν κατὰ χρέος αἰνοῦμέν σε.
ᾨδὴ γ΄. Ἦχος πλ. α΄. Ὁ Εἱρμός.
Ὁ πήξας ἐπ’ οὐδενὸς τὴν γὴν τὴ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῶ ἐν τῇ ἐρήμω τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ’ ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοὶ ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Οἱ πάλαι φωτοειδεῖ νεφέλη σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλ’ αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοὶς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὤδίνων μητρικῶν, ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.
Κανών α’ τoυ Οσίου Δαβὶδ, τῶν Ἁγίων Ἀναργύρων Ἦχος α’. Ὁ Εἱρμὸς.
«Στερέωσόν με Χριστέ, ἐπὶ τὴν ἄσειστον πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτί του προσώπου σου· οὐκ ἔστι γὰρ Ἅγιος, πλήν σου Φιλάνθρωπε».
Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἰάσεων τὰς πηγάς, τῶν δωρεῶν τε τῶν θείων τοὺς ὀχετούς, τοῦ ἀΰλου φωτὸς τὰ λαμπρότατα, δοχεῖα ἅπαντες, ἀξίως ὑμνήσωμεν.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σωμάτων τε καὶ ψυχῶν, ὡς ἰατρεύοντες πάθη τὰς ἀρρωστίας, τῶν προσιόντων ὑμῖν Πανσεβάσμιοι, προθύμως νῦν, ὡς εὐεργέται θεραπεύετε.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Γονίμοις ἐν ἀρεταῖς, κατακοσμούμενοι πᾶσαν τὴν φθειρομένην, τρυφὴν τοῦ βίου σαφῶς ἀπεκρούσαντο, τῷ θείῳ κάλλει,ἀνενδότως ἀτενίζοντες.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐν εἴδει τῷ καθ’ ἡμᾶς, ὁ πρὶν ἀνείδεος ὤφθη Θεογεννῆτορ, συνεισδραμούσης σαρκὶ τῆς θεότητος, ἐν μήτρᾳ σου,τῆς παναγίας Θεόνυμφε.
Κανών β’, τoυ Οσίου Δαβὶδ. ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Στίχ. Ὅσιε· τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς Θεὸν ἀγαπήσας ἀπὸ παιδὸς Ὅσιε, τὴν τῶν γενννητόρων ἀγάπην, ἐμφρόνως ἔλιπες καὶ ἠκολούθησας, ἀνενδοιάστῳ καρδίᾳ, καὶ σοφῷ φρονήματι, Χριστοῦ τοῖς ἴχνεσι.
Στίχ. Ὅσιε· τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ποτιζόμενος ῥείθροις, τοῖς τῶν Γραφῶν Ὅσιε, καὶ τοῖς θεοπνεύστοις λογίοις, ἀεὶ τρεφόμενος, ἐν νεανίαις τελῶν, ὅλος θεόφρων ἐφαίνου, πεπλησμένος Ἅγιε, πολλῆς συνέσεως.
Στίχ. Ὅσιε· τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥώμην ἔνθεον ἔχων, ἐν τῇ ψυχῇ Ἅγιε, κόσμου τῆς ἀπάτης ἀπέστης, ἀπὸ νεότητος, καὶ τῆς πατρίδος φυγών, προσῳκειώθης Κυρίῳ, τούτου τὸν γλυκύτατον ζυγὸν ἀράμενος.
Δόξα ..
Ὁλικῇ προθυμίᾳ, ἀκολουθῶν Ὅσιε, τῇ ἀπ’ οὐρανοῦ θείᾳ κλήσει, εὗρες ἰθύνοντα, καλῶς πρὸς δρόμον σε, τῆς οὐρανίου πορείας, τὸν σοφὸν Ἀκάκιον, προνοίᾳ κρεὶττονι.
Καὶ νῦν ..
Ἐξ ἁγνῶν σου αἱμάτων, ὑπερφυῶς τέτοκας, τὸν Δημιουργὸν τῶν ἁπάντων, σάρκα γενόμενον, σῶσαι τὸν ἄνθρωπον, τὸν πεπτωκότα ἀπάτῃ, Θεοτόκε Δέσποινα, κόσμου προσφύγιον.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Κάθισμα Ἦχος πλ. δ’. Τὴν Σοφίαν.
Οὐρανόθεν θαυμάτων τὴν δωρεάν, παραδόξως λαβόντες παρὰ Χριστοῦ, πάντα θεραπεύετε, ἀενάως τὰ πάθη· ἐν ὑμῖν γὰρ ὤφθη, ἡ χάρις τοῦ Πνεύματος, χορηγοῦσα θείων, ἰάσεων δύναμιν· ὅθεν καὶ ἀφθάρτων, ἀγαθῶν εὐπορίαν, τῇ πίστει ἐκτήσασθε, ἀναργύρῳ φρονήματι, Θεοφόροι Ἀνάργυροι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα .. Ὅμοιον.
Ἰαμάτων δοτῆρες θαυματουργοί, καὶ θαυμάτων λαμπτῆρες φωταγωγοί, πᾶσιν ἀνεδείχθητε, τῇ τοῦ Πνεύματος χάριτι· τῶν γὰρ παθῶν τὴν φλογα, τῇ πίστει δροσίζοντες, τῶν Πιστῶν ἐν ταύτῃ, τὸ φρονημα θάλπετε· ὅθεν ἰατρεῖον, τῶν ψυχῶν κεκτημένοι, τὸν θεῖον ναὸν ὑμῶν, ἐναυτῷ καταφεύγομεν, Θεοφόροι Ἀνάργυροι πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Καὶ νῦν .. Θεοτοκίον.
Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν· Ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς τιμῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παρρησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν, διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τοῦ δοθῆναι ἄφεσιν τοῖς δούλοις σου, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄσπορον τόκον σου.
Σὺ γὰρ εἶ ὁ Βασιλεύς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Κοντάκιον Ἀναστάσιμον. Ἦχος πλ. α΄.
Πρὸς τὸν Ἅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε, διὸ πάντες σοὶ κράζομεν. Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος.
Ἀκούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό, Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσάμην, σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαία τοῦ κηρύξαι. Διὸ πάντες σοὶ κράζομεν. Σῶσον ἡμᾶς Κύριε.
ΣΥΝΑΞΑΡΙΟΝ.
Στίχοι.
Εἰ καὶ παρῆκαν γῆν Ἀνάργυροι δύω,
Πληροῦσιν, ὡς πρίν, καΙ πάλιν γῆν θαυμάτων.
Πρώτῃ Ἀκέστορε φῶτε Νοεμβρίου ἔκπτατον ἐκ γῆς.
Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Δαβὶδ τοῦ ἐν τῇ νήσῳ Εὐβοίᾳ ἀσκήσαντος.
Στίχοι.
Δαβίδ Γολιὰθ κατέβαλε τῷ λίθῳ,
Δαβὶδ προσευχῇ κατέβαλε τὰ πάθη.
Πρώτῃ Θεοῖο Δαβὶδ Νοεμβρίοιο ἔστηκε θώκῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Κυριαίνης καὶ Ἰουλιανῆς.
Στίχοι.
Καὶ Κυρίαινα πρὸς τὸ πῦρ ἀποπνέει,
Πάσης πνοῆς τιμῶσα Κύριον μέγαν.
Τῷ πρὸς σὲ φίλτρῳ, Σῶτερ, ἐκκεκαυμένη,
Ἰουλιανὴ καῦσιν ἐκ πυρὸς φέρει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καισαρίου, Δασίου, καΙ ἑτέρων πέντε.
Στίχοι.
Σὺν ἓξ συνάθλοις, τῆς ἀληθείας φίλοις,
Τέμνουσι Καισάριον οἱ ψεύδους φίλοι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, Ἰωάννου Ἐπισκόπου, καὶ Ἰακώβου Πρεσβυτέρου.
Στίχοι.
Σὺν Ἰακώβῳ τῷ θύτῃ Χριστοῦ, ξίφος
Ἰωάννης ἤνεγκεν ὁ Χριστοῦ θύτης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμηνιγγέλδου.
Στίχοι.
Ἑρμηνίγγελδος ἐκπλυθεὶς βαφὴν πλάνης,
Σφαγὴν ὑποστάς, βάπτεται λύθρου κόχλῳ.
Οἱ Ἅγιοι Μάρτυρες Κυπριανὸς καὶ Ἰουλιανὴ πυρὶ τελειοῦνται.
Μνήμη τοῦ Ἁγίου νέου Ἱερομάρτυρος, Ἰακώβου, καὶ τῶν δύο μαθητῶν αὐτοῦ Ἰακώβου διακόνου καὶ Διονυσίου μοναχοῦ, τῶν δι’ ἀγχόνης τελειωθέντων κατὰ τὸ 1520.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ.
Ἦχος δ΄. ᾨδὴ α΄.
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ᾨδὴ γ΄.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου στεφάνων δόξης ἀξίωσον.
ᾨδὴ δ΄.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.
ᾨδὴ ε΄.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ᾨδὴ Ϛ΄.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ᾨδὴ ζ΄.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄.
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καταβασία ᾨδὴ θ΄.
Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ὅτι Ἅγιός ἐστιν.
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΙΑ΄, Ἦχος β΄. Τοῖς μαθηταίς συνέλθωμεν.»
Μετὰ τὴν θείαν Ἔγερσιν, τρὶς τῷ Πέτρῳ, φιλεῖς με, πυθόμενος ὁ Κύριος τῶν ἰδίων προβάτων, προβάλλεται ποιμενάρχην, ὃς ἰδὼν ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ἤρετο τὸν Δεσπότην. Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ φίλε Πέτρε;
Ἐξαποστειλάριον Ἦχος γ’. Ἐν Πνεύματι τῷ Ἱερῶ.
Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ εἰληφότες, Ἀνάργυροι μακάριοι, θεραπεύετε νόσους, καὶ ἰᾶσθε ἅπαντας, τοὺς πιστῶς προστρέχοντας, τῷ θείῳ ὑμῶν τεμένει· διὰ τοῦτο συμφώνως, μακαρίζομεν ἀξίως, τὴν σεπτὴν ὑμῶν μνήμην.
Θεοτοκίον Ἦχος γ’. Ἐν Πνεύματι τῷ Ἱερῶ.
Ἐκύησας Πανάχραντε, τοῦ Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.
ΑΙΝΟΙ ΨΑΛΜΟΣ ΡΜΗ’ (148).
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἦχος πλ. α΄.
Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ἤσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται, ἀμφότερα γὰρ ἐσφράγισται τοὶς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοὶς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον, ὁ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπῶν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαία, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Κύριε, αἱ Γυναῖκες ἕδραμον ἐπὶ τῶ μνῆμα, τοῦ ἰδεῖν σὲ τὸν Χριστόν, τὸν δι’ ἠμας παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῶ φόβω κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων, Ἀνέστη ὁ Κύριος, εἴπατε τοὶς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σώζων τὰς ψυχὰς ἡμῶν.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυϊδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῶ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνω.
Στιχηρὰ ἰδιόμελα τῶν Ἁγίων Ἀναργύρων Ἦχος α’. Ἀνατολίου.
Τὴν χάριν τῶν ἰαμάτων, ἐκ Θεοῦ εἰληφότες, ἀναργύρως τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, θεραπεύετε, παγκόσμιοι Ἀνάργυροι· ὅθεν δι’ ὑμῶν Χριστὸς τοῖς πιστοῖς, τὴν δεδομένην εὐρωστίαν χαριζόμενος, φωστῆρας ἀπλανεῖς ὑμᾶς ἀναδείκνυσι τῇ οἰκουμένῃ, αὐτῷ πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος α’.
Ἐκ τῆς ἄνωθεν προμηθείας, τὴν τῶν ἰαμάτων ἄβυσσον ἐξαντλήσαντες, πᾶσιν ἀναβλύζετε τοῖς πιστοῖς, τὰς ἰάσεις Ἀνάργυροι· ὑπερφυῶς γὰρ τῶν νοσούντων τὰ πάθη, ἐν χειρουργίαις μυστικαῖς, ἐκ θησαυρῶν τοῦ Πνεύματος, φάρμακα προτιθέντες σωτήρια, τοῖς κάμνουσι θεραπεύετε· ὅθεν ναὸς σεπτὸς γεγονότες, τῆς ζωαρχικῆς Τριάδος, ἐν ὑμῖν σαφῶς τὴν κατοικίαν ποιησαμένης, αὐτῇ πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στιχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ίσραήλ.
Ἦχος β’.
Ἀγάλλεται ὁ χορὸς τῶν Ἁγίων εἰς αἰῶνας· βασιλείαν γὰρ οὐρανῶν ἐκληρονόμησαν. Γῆ τὰ λείψανα αὐτῶν δεξαμένη, εὐωδίαν διέπνευσε· Δοῦλοι Χριστοῦ γεγόνασι, κατασκηνώσαντες εἰς ζωὴν αἰώνιον.
Στιχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Ἦχος β’.
Ἰατροὶ τῶν ἀσθενούντων, θησαυροὶ τῶν ἰαμάτων, σωτῆρες τῶν πιστῶν, Ἀνάργυροι πανευκλεεῖς, τοὺς ἐν ἀνάγκαις κράζοντας, καὶ ὀδυνωμένους ἰάσασθε, σὺν τῇ Θεοδότῃ, ἱκετεύοντες, Θεὸν τὸν ἀγαθόν, λυτρώσασθαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ.
Δόξα Πατρί .. ΔΟΞΑΣΤΙΚΟΝ ΙΑ’. Ἦχος πλ. δ΄. Ἰδιόμελον.
Φανερῶν σεαυτόν, τοῖς Μαθηταῖς σου Σωτὴρ μετὰ τὴν Ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν προβάτων νομήν, εἰς ἀγάπης ἀντέκτισιν, τὴν τοῦ ποιμένειν φροντίδα αἰτῶν. Διὸ καὶ ἔλεγε· Εἰ φιλεῖς με Πέτρε, ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου. Ὁ δὲ εὐθέως ἐνδεικνύμενος τὸ φιλόστοργον, περὶ τοῦ ἄλλου Μαθητοῦ ἐπυνθάνετο. Ὧν ταῖς πρεσβείαις Χριστέ, τὴν ποίμνην σου διαφύλαττε, ἐκ λύκων λυμαινομένων αὐτήν.
Καὶ νῦν .. ἦχος β΄.
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Μεγάλη Δοξολογία
- Δόξα σοι τῷ δείξαντι τὸ φῶς, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
- Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
- Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
- Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
- Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
- Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
- Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
- Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
- Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
- Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
- Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου (γ’).
- Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ,
- Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
- Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
- Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
- Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ’).
- Δόξα .. Καὶ νῦν ..
- Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
- Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἀναστάσιμον Τροπάριον Ἦχος πλ. δ’.
Ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ τὰ δεσμὰ διαρρήξας τοῦ ᾍδου, ἔλυσας τὸ κατάκριμα, τοῦ θανάτου Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος, ἐμφανίσας σεαυτὸν τοῖς, Ἀποστόλοις σου, ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα, καὶ δι’ αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε.
Τῌ Α’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ 2026.
ΚΥΡΙΑΚΗ. ΚΒ’ ( Ε’ ΛΟΥΚΑ ). Ἦχος πλ. α’.
Μνήμη τῶν Ἁγίων Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ και του Οσίου Δαυίδ του εν Ευβοία.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ.
Ευλογημένη η Βασιλεία του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων.
Αμήν.
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ Πατρὸς ἡμῶν, Ἀρχιεπισκόπου(τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῆς (πόλεως) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος, Αὐτὸς Δέσποτα, κατὰ τὴν εὐσπλαχνίαν σου, ἐπίβλεψον ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθ’ ἡμῶν, καί τῶν συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καί τοὺς οἰκτιρμούς σου.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀντίφωνον Α’.
Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Δόξα Πατρί .. Καὶ νῦν ..
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Ὅτι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀντίφωνον Β΄. Ἦχος β´.
Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.
Δόξα Πατρὶ .. Καὶ νῦν ..
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀντίφωνον Γ΄. Ἦχος.
Στίχ. α´. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Ἀπολυτίκιον. Ἦχος πλ. α´.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεώτας, ἐν τῇ ἐνδόξω Ἀναστάσει αὐτοῦ.
Στίχ. β´. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.
Ἀπολυτίκιον. Ἦχος πλ. α´.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεώτας, ἐν τῇ ἐνδόξω Ἀναστάσει αὐτοῦ.
Εἰσοδος.
Σοφία· Ορθοί !
Εἰσοδικὸν.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα.
Ἀπολυτίκιον Ἦχος πλ. α΄. Άυτόμελον.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεώτας, ἐν τῇ ἐνδόξω Ἀναστάσει αὐτοῦ.
Ἀπολυτίκιον Ἦχος πλ. δ’.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
Ἀπολυτίκιον Ἦχος γ’. Θείας πίστεως.
Μέγα εὕρατο, Εὔβοια κλέος, τὸν πανένδοξον, Δαβὶδ τὸν θεῖον, ὡς ἱερᾶς ἀρετῆς καταγώγιον, καὶ τοῦ Χριστοῦ ὀπαδὸν ἀληθέστατον, καὶ τῶν Ὁσίων ἁπάντων ἐφάμιλλον. Διὸ Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Του Ιερού Ναού.
Κοντάκιον της Θεοτόκου, Ἦχος β’.
Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε, μη παρίδης αμαρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον, ως αγαθή, εις την βοήθειαν ημών, των πιστώς κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε, των τιμώντων σε.
Διάκονος.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὁ Θεὸς ὁ Ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπό τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπό τῶν Χερουβεὶμ δοξολογούμενος, καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα ὁ κτίσας τὸν ἄνθρωπον κατ’ εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας, ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν, ὁ καταξιώσας ἡμᾶς, τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου, καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν. Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα, ἑκούσιόν τε καὶ ἀκούσιον, ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων.
Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Τρισάγιον Ἀποστόλου.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.(γ΄).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν.
Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δύναμις.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Προκείμενον. Ἦχος δ’.
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Στίχ. Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός.
Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου 12:27-13:8.
Ἀδελφοί, ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις; Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσι; Μὴ πάντες διερμηνεύουσι; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ᾿ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. ᾿Εὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. ῾Η ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.
Ἀλληλούϊα. Ἦχος α΄.
Ἰδού δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;
Στίχ. Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.
Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
Ἐκ τοῦ κατὰ Λουκάν ἁγίου Εὐαγγελίου.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
ΚΥΡΙΑΚῌ ΠΕΜΠΤῌ.
Ἐκ τοῦ κατὰ Λουκᾶν ιστ΄ 19 – 31.
Εἶπεν ὁ Κύριος· Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς. 20Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος 21καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. 22ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. 23καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25εἶπε δὲ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι· 26καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 27εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· 28ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 29λέγει αὐτῷ Ἀβραάμ· ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ, ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοήσουσιν. 31Εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.
Δόξα σοι, Κύριε, δόξα σοι.
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Κύριε, ἐλέησον.
Κύριε παντοκράτορ ὁ Θεός τῶν Πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Πατρὸς ἡμῶν, Ἀρχιεπισκόπου (τοῦ δεῖνος).
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρά σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Κύριε, ἐλέησον.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Σοφία.
Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεός τῶν δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καί τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι, ὁ Θεός, τὴν δέησιν ἡμῶν, ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντός τοῦ λαοῦ σου, καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν σου ταύτην, ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί σε ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἵνα εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης, ἐν τῷ πλήθει τῆς σῆς ἀγαθότητος.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Σοφία.
Πάλιν καὶ πολλάκις σοι προσπίπτομεν καί σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς, δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου μυστηρίων, καί τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι.
Ὅπως ὑπό τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν.
Ὡς τὸν βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.
Η Είσοδος των Τιμίων Δώρων.
Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Κύριε, ἐλέησον.
Ὑπέρ τῶν προτεθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου καί τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Παράσχου Κύριε
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Παράσχου Κύριε
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κτίσας ἡμᾶς καὶ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτὴν, ὁ ὑποδείξας ἡμῖν ὁδοὺς εἰς σωτηρίαν, ὁ χαρισάμενος ἡμῖν οὐρανίων μυστηρίων ἀποκάλυψιν, σὺ εἶ ὁ θέμενος ἡμᾶς εἰς τὴν διακονίαν ταύτην ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου. Εὐδόκησον δή, Κύριε, τοῦ γενέσθαι ἡμᾶς διακόνους τῆς καινῆς σου Διαθήκης, λειτουργοὺς τῶν ἁγίων σου Μυστηρίων, πρόσδεξαι ἡμᾶς προσεγγίζοντας τῷ ἁγίῳ σου θυσιαστηρίῳ, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, ἵνα γενώμεθα ἄξιοι τοῦ προσφέρειν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον θυσίαν ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, ἣν προσδεξάμενος εἰς τὸ ἅγιον, ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος. Ἐπίβλεψον ἐφ’ ἡμᾶς, ὁ Θεός, καὶ ἔπιδε ἐπὶ τὴν λατρείαν ἡμῶν ταύτην , καὶ πρόσδεξαι αὐτήν, ὡς προσεδέξω Ἄβελ τὰ δῶρα, Νῶε τὰς θυσίας, Ἀβραὰμ τὰς ὁλοκαρπώσεις, Μωϋσέως καὶ Ἀαρὼν τὰς ἱερωσύνας, Σαμουὴλ τὰς εἰρηνικάς. Ὡς προσεδέξω ἐκ τῶν ἁγίων σου Ἀποστόλων τὴν ἀληθινὴν ταύτην λατρείαν, οὕτω καὶ ἐκ τῶν χειρῶν ἡμῶν τῶν ἁμαρτωλῶν πρόσδεξαι τὰ Δῶρα ταῦτα, ἐν τῇ χρηστότητί σου, Κύριε, ἵνα, καταξιωθέντες λειτουργεῖν ἀμέμπτως τῷ ἁγίῳ σου θυσιαστηρίῳ, εὕρωμεν τὸν μισθὸν τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων, ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ τῆς ἀνταποδόσεώς σου τῆς δικαίας.
Διά τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
+ Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
ή
Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.
Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν.
- Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
- Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τον ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο.
- Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
- Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα.
- Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
- Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
- Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῶ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν.
- Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.
- Ὁμολογῶ ἕν Βάπτισμᾳ εἰς ἄφεσιν ἁμαρτιῶν.
- Προσδοκῶ ἀνάστασιν νεκρῶν.
- Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος.
- Ἀμήν.
Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου, πρόσχωμεν, τὴν ἁγίαν ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν.
Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καί Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.
Καὶ μετά τοῦ πνεύματός σου.
Ἄνω σχῶμεν τὰς καρδίας.
Ἔχομεν πρὸς τὸν Κύριον.
Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ἄξιον καὶ δίκαιόν ἐστι.
Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα,
Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, Πλήρης, ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσσανὰ ὁ ἐν τοῖς ὑψίστοις.
Ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών· Λάβετε, φάγετε. τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Ἀμήν.
Ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών· Πίετε ἐξ αὐτοῦ πάντες. Τοῦτό ἐστι τὸ Αἷμα μου, το τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ἡμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Ἀμήν.
Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν Ἄρτον τοῦτον, καὶ τὸ Ποτήριον τοῦτο πίνητε, τὸν ἐμὸν θάνατον καταγγέλλετε, τὴν ἐμὴν Ἀνάστασιν ὁμολογεῖτε. Μεμνημένοι οὖν, Δέσποτα, καὶ ἡμεῖς τῶν σωτηρίων αὐτοῦ Παθημάτων, τοῦ ζωοποιοῦ Σταυροῦ, τῆς τριημέρου Ταφῆς, τῆς ἐκ νεκρῶν Ἀναστάσεως, τῆς εἰς οὐρανοὺς Ἀνόδου, τῆς ἐκ δεξιῶν σοῦ τοῦ Θεοῦ καὶ Πατρὸς Καθέδρας, καὶ τῆς ἐνδόξου καὶ φοβερᾶς δευτέρας αὐτοῦ Παρουσίας.
Τὰ Σὰ ἐκ τῶν Σῶν, σοὶ προσφέρομεν κατὰ πάντα, καὶ διὰ πάντα.
Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.
Εἰς τό᾽Εξαιρέτως.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν πρώτοις, μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν, ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῶον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα, καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.
Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.
Καὶ πάντων καὶ πασῶν.
Μέγα τὸ ὄνομα τῆς Ἁγίας Τριάδος, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Μνήσθητι, Κύριε, πάσης Ἐπισκοπῆς Ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας. Μνήσθητι, Κύριε, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, καὶ τῆς ἐμῆς ἀναξιότητος, συγχώρησόν μοι πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον, καὶ μὴ διὰ τὰς ἐμὰς ἁμαρτίας κωλύσῃς τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος ἀπὸ τῶν προκειμένων Δώρων. Μνήσθητι, Κύριε, τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς ἱερατικοῦ Τάγματος, καὶ μηδένα ἡμῶν καταισχύνῃς τῶν κυκλούντων τὸ ἅγιόν σου θυσιαστήριον. Ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου, Κύριε, ἐπιφάνηθι ἡμῖν ἐν τοῖς πλουσίοις σου οἰκτιρμοῖς, εὐκράτους καὶ ἐπωφελεῖς τοὺς ἀέρας ἡμῖν χάρισαι, ὄμβρους εἰρηνικοὺς τῇ γῇ πρὸς καρποφορίαν δώρησαι. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, παῦσον τὰ σχίσματα τῶν Ἐκκλησιῶν, σβέσον τὰ φρυάγματα τῶν ἐθνῶν, τὰς τῶν αἱρέσεων ἐπαναστάσεις ταχέως κατάλυσον, τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος. Πάντας ἡμᾶς πρόσδεξαι εἰς τὴν βασιλείαν σου, υἱούς φωτὸς καὶ υἱοὺς ἡμέρας ἀναδείξας, τὴν σὴν εἰρήνην, καὶ τὴν σὴν ἀγάπην χάρισαι ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.
Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων ὑμῶν.
Καὶ μετά τοῦ πνεύματός σου.
Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν Χάριν καὶ τὴν δωρεάν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Παράσχου Κύριε
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν Παράσχου Κύριε
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Παράσχου Κύριε
Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε
Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, σὺ ἡμᾶς δίδαξον εὐχαριστεῖν σοι ἀξίως ὑπὲρ τῶν εὐεργεσιῶν σου, ὧν ἐποίησας, καὶ ποιεῖς μεθ’ ἡμῶν. Σύ, ὁ Θεὸς ἡμῶν, ὁ προσδεξόμενος τὰ Δῶρα ταῦτα, καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δίδαξον ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου, ἵνα ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ὑποδεχόμενοι τὴν μερίδα τῶν ἁγιασμάτων σου, ἑνωθῶμεν τῷ ἁγίῳ Σώματι καὶ Αἵματι τοῦ Χριστοῦ σου. Καὶ ὑποδεξάμενοι αὐτὰ ἀξίως, σχῶμεν τὸν Χριστόν, κατοικοῦντα ἐν ταῖς καρδίαις ἡμῶν, καὶ γενώμεθα ναὸς τοῦ Ἁγίου σου Πνεύματος. Ναί, ὁ Θεὸς ἡμῶν, καὶ μηδένα ἡμῶν ἔνοχον ποιήσῃς τῶν φρικτῶν σου τούτων καὶ ἐπουρανίων Μυστηρίων, μηδὲ ἀσθενῆ ψυχῇ καὶ σώματι, ἐκ τοῦ ἀναξίως αὐτῶν μεταλαμβάνειν, ἀλλὰ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς, ἀξίως ὑποδέχεσθαι τὴν μερίδα τῶν ἁγιασμάτων σου, εἰς ἐφόδιον ζωῆς αἰωνίου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου, ὅπως ἂν καὶ ἡμεῖς μετὰ πάντων τῶν Ἁγίων, τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων, γενώμεθα μέτοχοι τῶν αἰωνίων σου ἀγαθῶν, ὧν ἡτοίμασας τοῖς ἀγαπῶσί σε, Κύριε.
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν·
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ Βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς.
Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ἀφειλέταις ἡμῶν.
Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἔστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
+ Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.
Δέσποτα Κύριε, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλὰς εὐλόγησον, ἁγίασον, φρούρησον, ὀχύρωσον, ἐνδυνάμωσον, ἀπὸ παντὸς ἔργου πονηροῦ ἀπόστησον, παντὶ δὲ ἔργῳ ἀγαθῷ σύναψον, καὶ καταξίωσον ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου τούτων καὶ ζωοποιῶν Μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς Πνεύματος Ἁγίου κοινωνίαν.
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών, καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου, καὶ τοῦ τιμίου Αἵματος, καὶ δι’ ἡμῶν παντὶ τῷ Λαῷ.
Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησον με. (3).
Πρόσχωμεν
Τὰ Ἅγια τοῖς Ἁγίοις.
Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Κοινωνικόν ἦχος γ΄.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.
Μεταλαμβάνει ὁ δοῦλος τοῦ Θεοῦ __ σῶμα καὶ αἷμα Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιων.
Ἀμήν.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
ἦχος β΄.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Αµήν, αµήν, αµήν, εις άφεσιν αµαρτιών και εις ζωήν αιώνιον.
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ανυμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς τῶν ᾁγίων σου μετασχεῑν μυστηρίων, τήρησον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ, ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
• Ὀρθοί, μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Κύριε, ἐλέησον.
• Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
• Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεὸς ἡμῶν, ἐπὶ τῇ μεταλήψει τῶν ἁγίων, ἀχράντων, ἀθανάτων, καὶ ἐπουρανίων σου Μυστηρίων, ἃ ἔδωκας ἡμῖν ἐπ’ εὐεργεσίᾳ, καὶ ἁγιασμῷ, καὶ ἰάσει τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν. Αὐτός, Δέσποτα τῶν ἁπάντων, δὸς γενέσθαι ἡμῖν τὴν κοινωνίαν τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς ἴασιν ψυχῆς καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου.
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἐν εἰρήνῃ προέλθωμεν.
Του Κυρίου δεηθῶμεν.
Ὁ εὐλογῶν τοὺς εὐλογούντάς σε, Κύριε καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπης ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεύσι, τοῖς ἄρχουσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου. Ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρός τῶν φώτων, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
ἦχος β’.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀπόλυσις.
ΙΕΡΕΥΣ: Ὁ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ ἁγίου(τῆς ἡμέρας), οὖ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.




