ΕΣΠΕΡΙΝΟΣ.
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς 103.
· Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
· Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
· Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
· Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
· Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
· Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
· Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
· Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
· Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
· Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
· Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
· Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
· Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
· Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
· Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
· Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
· Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
· Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
· Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
· Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
· Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
· Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
· Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
· Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
· Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
· Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
· Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
· Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
ΑΝΟΙΞΑΝΤΑΡΙΑ
Ανοίξαντός σου την χείρα, τα σύμπαντα πλησθήσονται χρηστότητας, αποστρέψαντος δε σου το πρόσωπον ταραχθήσονται
( Δόξα Σοι ο Θεός Αλληλούια ).
Αντανελείς το πνεύμα αυτών και εκλείψουσι, και εις τον χουν αυτών έπιστρέψουσιν.
( Δόξα Σοι ο Θεός Αλληλούια )
Εξαποστελείς το πνεύμα σου και κτισθήσονται, καί ανακαινιείς το πρόσωπον της γης.
( Δόξα Σοι Πάτερ, Δόξα Σοι Υιέ, Δόξα Σοι το Πνεύμα το Άγιον Δόξα Σοι ο Θεός Αλληλούια).
Ήτω η δόξα Κυρίου εις τους αιώνας· ευφρανθήσεται Κύριος επί τοις έργοις αυτού.
( Δόξα Σοι Άγιε, Δόξα Σοι Κύριε, Δόξα Σοι Βασιλεύ Ουράνιε, Δόξα Σοι ο Θεός Αλληλούια)
Ο επιβλέπων επί την γην και ποιών αυτήν τρέμειν, ο απτόμενος των ορέων και καπνίζονται.
( Δόξα Σοι Άγιε, Δόξα Σοι Κύριε, Δόξα Σοι Βασιλεύ Ουράνιε, Δόξα Σοι το Πνεύμα το Άγιον, Δόξα Σοι ο Θεός Αλληλούια ).
Άσω τω Κυρίω εν τη ζωή μου, ψαλώ τω Θεώ μου έως υπάρχω
( Δόξα Σοι Τρισυπόστατε Θεότης, Πάτερ, Υιέ και Πνεύμα, Σε προσκυνούμεν και δοξάζομεν, Δόξα Σοι ο Θεός Αλληλούια ).
Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δε ευφρανθήσομαι επί τω Κυρίω
( Δόξα Σοι Πάτερ άναρχε, Δόξα Σοι Υιέ συνάναρχε, Δόξα Σοι το Πνεύμα το Άγιον, το ομοούσιον και ομόθρονον, Τριάς Αγία Δόξα Σοι, Δόξα Σοι ο Θεός Αλληλούια ).
Εκλείποιεν αμαρτωλοί από της γης και άνομοι, ώστε μη υπάρχειν αυτούς
( Δόξα Σοι Πάτερ, Δόξα Σοι Υιέ, Δόξα Σοι το Πνεύμα το Άγιον, Τριάς Αγία Δόξα Σοι, Δόξα Σοι ο Θεός Αλληλούια ).
Ευλόγει, η ψυχή μου, τον Κύριον ο ήλιος έγνω την δύσιν αυτού, έθου σκότος και εγένετο νυξ
( Δόξα Σοι Βασιλεύ επουράνιε, Δόξα Σοι Παντοκράτωρ συν Υιώ και Πνεύματι, Δόξα σοι ο Θεός Αλληλούια )
Ως εμεγαλύνθη τα έργα Σου Κύριε, πάντα εν σοφία εποίησας
( Δόξα Σοι Πάτερ αγέννητε, Δόξα Σοι Υιέ γεννητέ, Δόξα Σοι το Πνεύμα το Άγιον, το εκ του Πατρός εκπορευόμενον και εν Υιώ αναπαυόμενον, Τριάς Αγία Δόξα Σοι, Δόξα Σοι ο Θεός Αλληλούια ).
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Kαι νυν και αεί και εις τους αιώνας των αιώνων αμήν.
Αλληλούια, Αλληλούια, Αλληλούια, Δόξα Σοι ο Θεός αλληλούια.
Αλληλούια, Αλληλούια, Αλληλούια, Δόξα Σοι ο Θεός αλληλούια.
Αλληλούια, Αλληλούια, Αλληλούια, Δόξα Σοι ο Θεός ημών ΔΟΞΑ ΣΟΙ.
· Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
· Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
· Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
· Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
· ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
· Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
· Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
· Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα .. Καὶ νῦν ..
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Ὁ διάκονος:
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ
τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ
Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς εἰρήνης τοῦ
σύμπαντος κόσμου, εὐσταθείας τῶν
ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς
τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου,
καὶ τῶν μετὰ πίστεως, εὐλαβείας,
καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ,
τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῶν εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ πατρός καὶ
Ἀρχιεπισκόπου ἡμῶν (……), τοῦ
τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ
διακονίας, παντός τοῦ Κλήρου καὶ
τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν
Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας
ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν
καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ,
τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς πόλεως (Μονῆς,
Κώμης) ταύτης, πάσης πόλεως καὶ
χώρας καὶ τῶν πίστει οἰκούντων ἐν
αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ εὐκρασίας ἀέρων,
εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ
καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ πλεόντων,
ὁδοιπορούντων, νοσούντων,
καμνόντων, αἰχμαλώτων καὶ τῆς
σωτηρίας αὐτῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ
πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ
ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ
διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου,
ὑπερευλογημένης, ἐνδόξου,
Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, μετὰ πάντων
τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν
ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοὶ, Κύριε.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ψαλμὸς ρμ’ (140).
· Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι μὲ πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
ὁ β’ χορός
· Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
- Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
- Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
- Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
- Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
- Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
- Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
- Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
- Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
- Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
- Ψαλμὸς 141.
- Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
- Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
- Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
- Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
- Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
- Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
- Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
- Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
- Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς τῆς φωνῆς μου.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρά Προσόμοια. Ήχος β’. Ότε εκ του ξύλου.
Δεύτε Αθηναίων οικισταί και των Δικαστών αι χορείαι ανευφημήσωμεν νυν Θείον Διονύσιον ιερομάρτυρα, ότι πρώτος συνέλαβε το κήρυγμα Παύλου πίστιν τ΄ απεδέξατο της Αναστάσεως, Πρώτος δε γεγονώς αρχιθύτης εν τη Αθηνών Πολιτεία πρώτος και μαρτύριον εδέξατο.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ήχος β’. Ότε εκ του ξύλου.
Ότε παραγένου σαρκικώς εν τη Φαραώ πολιτεία γνώσιν αυξήσαι ποθών, ήλιος εσκότισται και γη ερρίγησε˙ άμα νους και καρδία σου δεινώς εδονήθη και την σην διάνοιαν το φως κατηύγασε˙ τότε γοερώς ανεβόας˙ «Ή Θεός αΐδιος πάσχει ή το παν εν γη σαφώς απόλυται».
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ήχος β’. Ότε εκ του ξύλου.
Ότε διηκόνεις νουνεχώς εν Αρείω Πάγω Δικαίω εν ταις Αθήναις, σοφέ, Παύλος ο Απόστολος σαφώς εκήρυξε του Χριστού την Ανάστασιν και την παρουσίαν, εν ή μέλλει κρίνεσθαι η οικουμένη ποτέ. Τότε εκολλήθης τω Παύλω, ότι ση καρδία εφλέγη γνώσεσθαι αυτίκα την αλήθειαν.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Έτερα. Ήχος δ’. Ως γενναίον εν μάρτυσιν.
Ως ο Παύλος κατέλιπεν Αθηνών πόλιν ένδοξον, σην φροντίδ’ ανείληφεν Ιερόθεος και την σην γνώσιν κατηύθυνε προς ον η καρδία σου εξ ονύχων απαλών φλογερώς επεφέρετο, Θεόν άγνωστον. Και γνωρίσας αυτόν τη αληθεία διεποίμανας αξίως το σον θεόσδοτον ποίμνιον.
Ψαλμὸς 116.
Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ήχος δ’. Ως γενναίον εν μάρτυσιν.
Την σην πόλιν εποίμανας συνετώς, Διονύσιε, και ναούς και είδωλα εξηρήμωσας˙ τας δε ψυχάς του ποιμνίου σου αρδεύων σοις ρήμασι και αυγάζων δαψιλώς εις ναούς συ μετήλλαξας του Παντάνακτος. Πλην, προσκρούσας τοις λάτραις των ειδώλων τη καμίνω παρεδόθης ευαρεστών τω Κυρίω σου.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ήχος δ’. Ως γενναίον εν μάρτυσιν.
Αποστόλων οι πρόκριτοι εν νεφέλαις ηρπάγησαν θεαρχίω νεύματι Παντοκράτορος του παραστήναι εν σώματι εις Κοίμησιν άφθορον Πλατυτέρας ουρανών της τεκούσης τον Άπειρον και Αχώρητον. Τότε ουν συν αυτοίς κατηριθμήθης και νεφέλη μετηνέχθης εξοδιάσαι την Άσπιλον.
Δόξα .. Ήχος πλ. β’.
Δεύτε, των Αθηνών οικισταί και της Ελλάδος απάσης εορτασταί τον του κλεινού άστεως πολιούχον Διονύσιον ευφημήσωμεν. Ούτος γαρ μυηθείς τω «Αγνώστω Θεώ» κατεστάθη της πόλεως ταύτης ποιμενάρχης και πατήρ. Βιώσας δε εναρέτως και ζηλωτών προς καθαίρεσιν των ειδώλων αναλωθείς, τω πυρί παρεδόθη και τοις Μάρτυσι κατηριθμήθη. Όθεν, αυτόν κατά χρέος τιμώντες, αναφωνούμεν κράζοντες˙ Ως έχων παρρησίαν προς Κύριον μη παύση δεόμενος υπέρ πάντων ημών.
Καὶ νῦν .. Θεοτοκίον. Ήχος πλ. δ’.
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ’ οὐ τὴν ὑπόστασιν· διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε, Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Σοφία· Ορθοί !
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Ἑσπέρας προκείμενον.
Τῇ Παρασκευῇ ἑσπέρας Ἦχος βαρὺς.
Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.
Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.
Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ᾿ ἐμὲ λύτρωσαί με·.
Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.
Παροιμιῶν τὸ ἀνάγνωσμα (Κεφ. 10, 7 & 3, 13-16 & ἐκλογὴ).
Μνήμη δικαίου μέτ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς, τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστὸς ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν· ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ· τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει· αἱ γὰρ ἔξοδοί μοι ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων, ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν καὶ δόξαν, νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά, ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἑβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ, μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου. Οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες, πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν· διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομώντος το Ανάγνωσμα (Κεφ. Γ . 1-9).
Δικαίων ψυχαί εν χειρί Θεού, και ου μη άψηται αυτών βάσανος. Έδοξαν εν οφθαλμοίς αφρόνων τεθνάναι, και ελογίσθη κάκωσις η έξοδος αυτών, και η αφ’ ημών πορεία σύντριμμα· οι δε εισίν εν ειρήνη. Και γαρ εν όψει ανθρώπων εάν κολασθώσιν, η ελπίς αυτών αθανασίας πλήρης. Και ολίγα παιδευθέντες, μεγάλα ευεργετηθήσονται. Ότι ο Θεός επείρασεν αυτούς, και εύρεν αυτούς αξίους εαυτού. Ως χρυσόν εν χωνευτηρίω εδοκίμασεν αυτούς, και ως ολοκάρπωμα θυσίας προσεδέξατο αυτούς. Και εν καιρώ επισκοπής αυτών αναλάμψουσι, και ως σπινθήρες εν καλάμη διαδραμούνται. Κρινούσιν έθνη, και κρατήσουσι λαών, και βασιλεύσει αυτών Κύριος εις τους αιώνας. Οι πεποιθότες επ’ αυτώ, συνήσουσιν αλήθειαν, και οι πιστοί εν αγάπη προσμενούσιν αυτώ· ότι χάρις και έλεος εν τοις οσίοις αυτού, και επισκοπή εν τοις εκλεκτοίς αυτού.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε΄ 15).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρὶῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Ὁ διάκονος:
- Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
- Κύριε ἐλέησον (ἅπαξ).
- Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
- Κύριε ἐλέησον (ἅπαξ).
- Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
- ·Κύριε ἐλέησον (ἐκ τρίτου).
- Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
- Κύριε ἐλέησον (ἐκ τρίτου).
- Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
- Κύριε ἐλέησον (ἐκ τρίτου).
- Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
- Κύριε ἐλέησον (ἐκ τρίτου).
- Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
- Κύριε ἐλέησον (ἐκ τρίτου).
- Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
- Κύριε ἐλέησον (ἅπαξ).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀμήν.
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ὁ διάκονος:
- Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
- Κύριε ἐλέησον.
- Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
- Κύριε ἐλέησον.
- Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
- Παράσχου Κύριε.
- Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα των ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
- Παράσχου Κύριε.
- Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
- Παράσχου Κύριε.
- Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
- Παράσχου Κύριε.
- Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
- Παράσχου Κύριε.
- Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
- Παράσχου Κύριε.
- Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
- Σοὶ Κύριε.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
Ὁ Χορός: Ἀμήν.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου. Σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ, οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας; οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Εις την Λιτήν. Ήχος α’.
Σεμνύνου και χαίρε, Αθηνών πολιτεία, ότι εκ σου ανατέταλκε σεβάσμιος θύτης, ο θείος Διονύσιος. Ευρών γαρ την πόλιν «κατείδωλον ούσαν» έργον αυτού πεποίηκε ταύτην εκ των ειδώλων επιστρέψαι και τους εν αυτή βιούντας τω Χριστώ κατηχήσαι και βαπτίσαι. Τούτο δε ευτυχήσας κατιδείν τω τυράννω παρεδόθη και τον δια πυράς θάνατον ηδέως εδέξατο. Τη χορεία δε των ιερομαρτύρων προστεθείς πρεσβεύει απαύστως υπέρ των ψυχών ημών.
Ήχος β’.
Κανών αρετής, γυμναστής εις ευσέβειαν και αληθής της πλάνης ολοθρευτής κατεστάθης, ώ Διονύσιε. Ευαρεστήσας δε τω Θεώ και εαυτόν θυσίαν άμωμον προσενέγκας κατεστέφθη σου η κεφαλή τω αμαραντίνω στεφάνω των καλλινίκων Μαρτύρων. Διο, γεραίροντες την μνήμην σου και τον σε δοξάσαντα ευλογούντες, αιτούμεθα παρ’ αυτού δια σου ταις ψυχαίς ημών ιλασμόν και το μέγα έλεος.
Ήχος γ’.
Άριστος οικονόμος Χριστού κατασταθείς και γνήσιος θεράπων των ψυχών καθιερωθείς ώ Διονύσιε, εκαλλιέργησας, ό ο Παύλος εφύτευσεν ο Ιερόθεος επότισε και η χάρις του Θεού ηύξησε ταις ακτίσι του Παναγίου Πνεύματος. Όθεν, οι εν Αθήναις οικούντες και δια σου φωτισθέντες, γεραίρομεν την μνήμην σου, και εκζητούμεν την χάριν σου, ήν έχοιεν ευελπιστούμεν, δια των σων ικεσιών, παρά Χριστού του Θεού ημών.
Ήχος δ’.
Των Αθηνών γόνος άριστος και φιλοσόφων έκγονος υπάρχων, τη επιστήμη της φιλοσοφίας ανίχνευες άγνωστον Θεόν. Όμως τούτον εγνώρισας διδαχή του Παύλου. Και εφωτίσθη η ση διάνοια, και επορεύθης εν πραότητι και δικαιοσύνη. Σφραγίσας δε τον βίον δια του μαρτυρίου, ανήλθες εις ουρανόν εκεί ένθα το πνεύμα πνει. Απολαύων ουν τα χαρίσματα του Πνεύματος, πρέσβευε υπέρ ημών, όπως κατά χάριν μεθέξωμεν τούτων εν τη εσχάτη ημέρα της κρίσεως.
Δόξα .. Ήχος πλ. α’.
Επικουρία του ζώντος Θεού Επικουρείων ηδονικάς δοξασίας απέρριψας. Και τη αληθή σοφία ελλαμφθείς τας Στωϊκών αντιφάσεις εκ της ψυχής σου απέβαλες. Και γέγονας της υπερθέου σοφίας καταγώγιον εν ιερεύσι και μάρτυσι διακριθείς, ιερομάρτυς Διονύσιε. Διο επί τη μνήμη σου αγειρόμενοι ανυμνούμέν σε, και τον σε δοξάσαντα μεγαλύνομεν, αιτούμενοι παρά σου την προς Θεόν μεσιτείαν προς σωτηρίαν των ψυχών και των σωμάτων ημών.
Ἀμήν.
Εις τον Στίχον. Ήχος πλ. α’. Χαίροις ασκητικών.
Πόλις των Αθηνών η κλεινή επί τη μνήμη σου επαίρεται, όσιε, και χαίρει αβρυνομένη και εγκαυχάται εν σοί, ότι σε κατέχει αντιλήπτορα. Ποιμάνας γαρ ταύτην συ συναπτοίς πλείστοις έτεσι, και γαλουχήσας και εκθρέψας εν Πνεύματι, εποδήγησας προς Χριστόν πλήθος άμετρον. Πρέσβευε ουν προς Κύριον, ευχαίς και δεήσεσι και ικεσίαις απαύστοις διαφυλάττειν την πόλιν σου και ταύτην οικούντας εκ παντοίων νοσημάτων και περιστάσεων.
Στίχ. Το στόμα μου λαλήσει σοφίαν και η μελέτη της καρδίας μου σύνεσιν.
Γόνος των Αθηνών ευκλεής και φιλοσόφων οπαδός εγκρατέστατος ανήλθες υπεραξίως αναβαθμούς δικαστών και Αρείου Πάγου βήμα κράτιστον. Και Παύλου ακήκοας σθεναρόν θείον κήρυγμα δημηγορίαν, Αθηναίους ξενίζουσαν, εκδιδάσκουσαν αληθή Θεόν άγνωστον. Τότε και κατενύγη σου ψυχή και διάνοια και λογισμός και καρδία και ωκειώθης τον Κτίστην σου, προς ον εκολλήθης και προσήχθης μαρτυρίω δια την πίστιν σου.
Στίχ. Στόμα διακαίου αποστάζει σοφίαν χείλη δε ανδρός επίστανται χάριτος.
Παύλου την διδαχήν ασπασθείς και την αυτού δημηγορίαν δεξάμενος απέρριψας εικασίας και δοξασμούς Στωϊκών και Επικουρείων φληναφήματα. Και πόθω φλεγόμενος εκμαθείν την αλήθειαν Ιεροθέω εναπέθηκας φρόνημα και εξέμαθες παρ’ αυτού πίστιν άπασαν. Τότε κατεπιστεύθη σοι Ελλάδος το κόσμημα, η Αθηνών Εκκλησία, ήν θεαρέστως εποίμανας. Αυτήν ουν και σκέπε κραταιά σου προστασία αδιαλώβητον.
Δόξα .. Ήχος πλ. β’.
Τον ιεράρχην και συμμύστην των Αποστόλων, τον θείον Διονύσιον, δεύτε, πιστοί ευφημήσωμεν. Ούτος γαρ, τον Χριστόν εν τοις αυτού κόλποις εισοικισάμενος, ήρε τον σταυρόν αυτού αξίως˙ και προστάς της των Αθηνών Εκκλησίας ηνάλωσεν εαυτόν εις δόξαν Θεού. Τούτω προσατενίζοντες εν τω περικειμένω νέφει των Μαρτύρων του Κυρίου Ιησού εκβοώμεν και λέγομεν˙ Ιερομάρτυς αξιάγαστε, μη διαλείπης πρεσβεύειν υπέρ ημών προς Κύριον.
Και νυν .. Θεοτοκίον Ἦχος πλ. β’.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ του Ιεράρχου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ή
Και νυν .. Θεοτοκίον Ἦχος πλ. β’.
Ὁρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα· Τί τὸ ξένον, ὂ ὁρῶ, μυστήριον Υἱέ μου, πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος, ζωῆς χορηγὲ;
Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ’).
Δόξα .. Καὶ νῦν ..
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ’).
Δόξα .. Καὶ νῦν ..
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
Ἀμήν.
Ἀπολυτίκιον. Ἦχος δ´.
Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἱερομάρτυς Διονύσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Απολυτίκιον. Ήχος γ’. Θείας πίστεως.
Χαίρει έχουσα Αθηνών πόλις αντιλήπτορα και πολιούχον τον πρωτεπίσκοπον αυτής Διονύσιον, Αρχιερέων λαμπρόν εγκαλλώπισμα και των μαρτύρων σεμνόν επικόσμημα18 Αξιάγαστε, Χριστόν τον Θεόν ικέτευε τηρείν ημάς και πόλιν σου απείραστον.
Δόξα Πατρί .. Ἦχος δ’.
Τον σοφον Ιεραρχην πιστοι τιµησωµεν Διονυσιον υµνοις αυτον γεραιροντες ως πολιουχον Αθηνων και αντιληπτορα ως σοφον υφηγητην και σαφη ερµηνευτην της ανω µυσταγωγιας και ως ευχαις αυτου πασιν ηµιν δωρουντα το µεγα ελεος
Καὶ νῦν .. Θεοτοκίον, Ἦχος πλ. α’.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ὁ διάκονος:
- Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
- Κύριε ἐλέησον (ἅπαξ).
- Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
- Κύριε ἐλέησον (ἅπαξ).
- Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
- ·Κύριε ἐλέησον (ἐκ τρίτου).
- Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
- Κύριε ἐλέησον (ἐκ τρίτου).
- Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
- Κύριε ἐλέησον (ἐκ τρίτου).
- Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
- Κύριε ἐλέησον (ἐκ τρίτου)
- Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
- Κύριε ἐλέησον (ἐκ τρίτου)
- Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
- Κύριε ἐλέησον (ἅπαξ)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Αμήν.
Ἀπόλυσις.
ΙΕΡΕΥΣ: Σοφία!
Ὁ Ἀναγνώστης: Εὐλόγησον.
ΙΕΡΕΥΣ: Ὁ ὤν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ὁ Ἀναγνώστης: Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ, Μητροπόλει, Ἐνορία και Πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων.
Ἀμήν.
ΙΕΡΕΥΣ: Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὁ Ἀναγνώστης: Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ΙΕΡΕΥΣ: Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Ὁ Ἀναγνώστης: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Πάτερ Ἅγιε εὐλόγησον.
ΙΕΡΕΥΣ: Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, ής το γενέθλιον εορτάζομεν, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ ἁγίου(τῆς ἡμέρας), οὖ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Τῌ Γ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ 2026.
ΣΑΒΒΑΤΟΝ. ΙΗ’ Εβδομάδα ( Β’ ΛΟΥΚΑ ). Ἦχος πλ. δ’.
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.
ΟΡΘΡΟΣ.
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Δόξα σοι ὁ Θεός, δόξα σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρός τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Ἀμήν.
Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ’).
Δόξα .. Καὶ νῦν ..
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ’).
Δόξα .. Καὶ νῦν ..
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
Αμήν.
Τροπάρια.
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα ..
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Καὶ νῦν .. Θεοτοκίον.
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
- Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (ἐκ γ’).
- Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (ἐκ β’).
Ψαλμὸς 3.
- Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·
- πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).
- σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
- φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα).
- ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
- οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
- ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
- τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Καὶ πάλιν.
- Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου.
Ψαλμὸς 37.
- Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
- ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου·
- οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.
- ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ.
- προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου·
- ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
- ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου·
- ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.
- Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.
- ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ.
- οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν·
- καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
- ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ·
- καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.
- ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου.
- ὅτι εἶπον· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.
- ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός.
- ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.
- οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως·
- οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην.
- μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ·
- πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
Καὶ πάλιν.
- μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ·
- πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου.
Ψαλμὸς 62.
- Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω·
- ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
- οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
- ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε.
- οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
- ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
- εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·
- ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
- ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
- αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ρομφαίας, μερίδες ἀλωπέκων ἔσονται.
- ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
Καὶ πάλιν.
- ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι,
- ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
Δόξα .. Καὶ νῦν ..
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ’).
Κύριε, ἐλέησον. (ἐκ γ’).
Δόξα .. Καὶ νῦν ..
Ψαλμὸς 87.
- Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
- εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
- ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε·
- προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος,
- ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
- ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
- ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. (διάψαλμα).
- ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς,
- παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας·
- ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου·
- μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι;
- μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;
- μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
- κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε.
- ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ;
- πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.
- ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με,
- ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα.
- ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
Καὶ πάλιν.
- Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
- εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου
Ψαλμὸς 102.
- Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ·
- εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ·
- τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου·
- τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς·
- τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
- ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
- ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς ᾿Ισραὴλ τὰ θελήματα αὐτοῦ.
- οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος·
- οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ·
- οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν,
- ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν·
- καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
- καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.
- ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει·
- ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
- τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν,
- καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
- Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
- εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
- εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ·
- εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν.
- ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.
Ψαλμὸς 142.
- Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
- καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
- ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου,
- ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
- ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
- διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα).
- ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου·
- μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
- ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα·
- γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου·
- ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου·
- τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με,
- ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου
- καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Καὶ πάλιν.
- εἰσάκουσόν μου Κύριε ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου (ἐκ β’).
- τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Δόξα .. Καὶ νῦν ..
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Ὁ διάκονος:
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ
τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ
Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς εἰρήνης τοῦ
σύμπαντος κόσμου, εὐσταθείας τῶν
ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς
τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου,
καὶ τῶν μετὰ πίστεως, εὐλαβείας,
καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ,
τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῶν εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ πατρός καὶ
Ἀρχιεπισκόπου ἡμῶν (……), τοῦ
τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ
διακονίας, παντός τοῦ Κλήρου καὶ
τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν
Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας
ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν
καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ,
τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τῆς πόλεως (Μονῆς,
Κώμης) ταύτης, πάσης πόλεως καὶ
χώρας καὶ τῶν πίστει οἰκούντων ἐν
αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ εὐκρασίας ἀέρων,
εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ
καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ πλεόντων,
ὁδοιπορούντων, νοσούντων,
καμνόντων, αἰχμαλώτων καὶ τῆς
σωτηρίας αὐτῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ
πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ
ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ
διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου,
ὑπερευλογημένης, ἐνδόξου,
Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, μετὰ πάντων
τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν
ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοὶ, Κύριε.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α’ . Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ, β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ, γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Ἀπολυτίκιον. Ἦχος δ´.
Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἱερομάρτυς Διονύσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Απολυτίκιον. Ήχος γ’. Θείας πίστεως.
Χαίρει έχουσα Αθηνών πόλις αντιλήπτορα και πολιούχον τον πρωτεπίσκοπον αυτής Διονύσιον, Αρχιερέων λαμπρόν εγκαλλώπισμα και των μαρτύρων σεμνόν επικόσμημα18 Αξιάγαστε, Χριστόν τον Θεόν ικέτευε τηρείν ημάς και πόλιν σου απείραστον.
Δόξα Πατρί .. Ἦχος δ´.
Τον σοφον Ιεραρχην πιστοι τιµησωµεν Διονυσιον υµνοις αυτον γεραιροντες ως πολιουχον Αθηνων και αντιληπτορα ως σοφον υφηγητην και σαφη ερµηνευτην της ανω µυσταγωγιας και ως ευχαις αυτου πασιν ηµιν δωρουντα το µεγα ελεος
Καὶ νῦν .. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Ὅτι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Μετὰ τὴν α΄ Στιχολογίαν. Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Τὸν Ἱεράρχην τὸν σεπτὸν εὐφημοῦμεν, τὸν καθαιρέτην τῶν εἰδώλων ὑμνοῦμεν, ὅτι ἐκ πλάνης ἔσωσε λαὸν Ἀθηνῶν, ἅπαντας πρὸς τὴν ἐπίγνωσιν ἀγαγῶν ἀληθοῦς Θεοῦ καὶ πρὸς τὴν εὐσέβειαν τὸν λαὸν ὁδηγήσας. Προσενεγκῶν δὲ ἑαυτὸν Θεῶ θυσίαν ζῶσαν τὸ στέφος ἐδέξατο.
Δόξα .. Καὶ νῦν .. Θεοτοκίον.
Τὴν Θεοτόκον εὐλαβῶς ἀνυμνοῦμεν καὶ μεγαλύνομεν αὐτὴν καὶ προσκυνοῦμεν ὅτι τὸ γένος ἔσωσε τοῦ πρώτου Ἀδάμ. Ἔτεκε γὰρ τὸν τηρήσαντα κεφαλὴν τὴν τοῦ ὄφεως καὶ ἐλευθερώσαντα ἐκ τῆς τούτου δουλείας. Καὶ νῦν προσβλέπομεν πρὸς οὐρανὸν εὐελπιστοῦντες οἰκῆσαι παράδεισον.
Μετά την β’ Στιχολογίαν. Κάθισμα. Ήχος δ’. Ταχύ προκατάλαβε.
Θεόν ποτὲ θνήσκοντα ἐν τῷ Σταυρῷ καθορῶν ὁ ἥλιος ἔκρυψεν ἀπὸ προσώπου τῆς γὴς φωτὸς τὴν λαμπρότητα. Τότε καὶ ἀνεφώνεις ἐν πολλῇ ἀπορία. Ἢ Θεὸς μέγας πάσχει, ἢ τὸ πᾶν ἀπωλέσθη. Αὐτὸν ποτὲ ἐν Ἀθήναις ἠδέως ἐγνώρισας.
Δόξα .. Καὶ νῦν .. Θεοτοκίον.
Νεφέλαις συνέδραμον σὺν Ἀποστόλοις ὁμοὺ σεπτὸς Διονύσιος καὶ Ἰερόθεος κηδεύσαι σέ, Δέσποινα. Ἦνπερ καὶ καθορῶντες τοῦ Υἱοῦ ταῖς ἀγκάλαις ὕμνησαν θεαρέστως ἐν φωναῖς θεσπεσίαις. Σὺν τούτων ταῖς ἰκεσίαις σῶσον τοὺς δούλους σου.
Μετά τον Πολυέλεον. Ήχος δ’. Επεφάνης σήμερον.
Εν Ἀθήναις ἔλαμψας ὡς ποιμενάρχης καὶ αὐτᾶς κατηύθυνας πρὸς πίστιν τὴν παναληθῆ. Διο τιμῶμεν τὴν μνήμην σου οἱ ἐν τῷ Ἄστει οἰκοῦντες, πανεύφημε.
Δόξα .. Καὶ νῦν .. Θεοτοκίον.
Τὴν ἀρρήτως τέξασαν τὸν Θεὸν Λόγον ἀνυμνοῦμεν ἅπαντες καὶ μεγαλύνομεν σεπτῶς, ἐν προθυμίᾳ κραυγάζοντες. Χαῖρε Παρθένε, ἠμῶν ἡ βοήθεια.
Ἀντίφωνον Α’.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα ..
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν ..
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ’.
Το στόμα μου λαλήσει σοφίαν και η μελέτη της καρδίας μου σύνεσιν.
Το στόμα μου λαλήσει σοφίαν και η μελέτη της καρδίας μου σύνεσιν.
Στίχ. Ακούσατε ταύτα πάντα τα Έθνη.
Το στόμα μου λαλήσει σοφίαν και η μελέτη της καρδίας μου σύνεσιν.
Ἡ Τάξις τοῦ Εὐαγγελίου.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον (ἐκ γ’).
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον (γ’).
Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου.
Ἐκ τοῦ κατὰ Ιωάννην ἁγίου Εὐαγγελίου.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἐκ τοῦ κατὰ Ἰωάννην ι΄ 1 – 9.
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής·ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. Ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ·ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾽Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν ὁ ᾽Ιησοῦς, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον [πρὸ ἐμοῦ] κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ψαλμὸς 50.
- Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
- ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
- ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.
- σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
- ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
- ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
- ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
- ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
- ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
- καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
- μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
- ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
- διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
- ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
- Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
- ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
- θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
- ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ·
- τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα·
- τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα .. Ἦχος β’.
Ταῖς του Ιεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν ..
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
Ιδιόμελον. Ήχος πλ. β’.
Αρείου Πάγου το Βήμα καταλιπών το ιερόν της Εκκλησίας Βήμα κατέλαβες, δικαστικήν ανταλλάξας εσθήτα τω ιερώ ποδήρει των Λειτουργών του Υψίστου. Διαφλεγείς δε τω πόθω του Ιησού εν ταις ψυχαίς πολλών τα φως Αυτού ήναψας και είδωλα κατέρριψας. Διο τω πυρί παρεδόθης και ως άρτος ηδύς τω Θεώ προσηνέχθης. Καθορών δε νυν τον Αμνόν συν τοις Άνω Λειτουργοίς, μνημόνευε και ημών των εν πίστει και πόθω τελούντων την μνήμην σου.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου ..
Κύριε, ἐλέησον (ιβ’).
Ἐλέει, καὶ οἰκτιρμοῖς ..
ΚΑΝΟΝΕΣ.
Κανών τῆς Θεοτόκου. Ἦχος πλ. δ’ ᾨδὴ α’, Εἱρμὸς.
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Υπεραγία Θεοτόκε σώσον ηµάς
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
Υπεραγία Θεοτόκε σώσον ηµάς
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
Υπεραγία Θεοτόκε σώσον ηµάς
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
Υπεραγία Θεοτόκε σώσον ηµάς
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Ὁ Κανὼν τοῦ Ἁγίου. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῶ Παύλῳ τῷ θείῳ μαθητευθείς, τῷ τῶν οὐρανίων, Διονύσιε θεατῇ, οὐράνιος μύστης παραυτίκα, καὶ θεηγόρος ἐχρημάτισας.
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ χάριτι θείᾳ καταυγασθείς, καταύγασον Μάκαρ, τῶν ὑμνούντων σε τὰς ψυχάς, τὰς σὰς συνιέναι θεοπνεύστους, διδασκαλίας Διονύσιε.
Δόξα ..
Νοὸς καθαρότητι καὶ ψυχῆς, τῶν ἐπουρανίων διακόσμων τὰς ἀστραπάς, μαθεῖν ἠξιώθης καὶ τὰς τούτων, χοροστασίας ἰδεῖν
Διονύσιε.
Καὶ νῦν .. Θεοτοκίον.
Νυμφὼν φωτοφόρος τῆς ὑπὲρ νοῦν, σαρκώσεως ὤφθης, τοῦ τῶν ὅλων Δημιουργοῦ, ἐκ σοῦ τὴν σάρκα Θεομῆτορ, τὴν ἡμετέραν
ἠμφιάσατο.
ή
Κανών τῆς Θεοτόκου. Ανοίξω το στόμα μου. Ωδή α’. Ἦχος δ’. Εἱρμὸς.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα (δίς) .
Υπεραγία Θεοτόκε σώσον ηµάς.
Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι· Ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι· Χαῖρε χαρᾶς δοχεῖον, δι’ ἧς τῆς Προμήτορος ἀρὰ λυθήσεται
Υπεραγία Θεοτόκε σώσον ηµάς.
Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾍδου ἡ νέκρωσις, χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως. χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος.
Υπεραγία Θεοτόκε σώσον ηµάς.
Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα, τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα, τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως, χαῖρε ἀπειρόγαμε, κόσμου διάσωσμα.
Υπεραγία Θεοτόκε σώσον ηµάς.
Ἁγνείας θησαύρισμα, χαῖρε δι’ ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν, χαῖρε ἡδύπνοον κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον, θυμίαμα εὔοσμον, μύρον πολύτιμον.
Είτα ο Κανών, ου η ακροστιχίς˙ Αθηνών αρχιθύτην ύμνοις γεραίρω. Αμήν. Ωδή α’. Ήχος δ’. Ανοίξω το στόμα μου.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Αξίως υμνήσαί σε επιποθώ, Διονύσιε, άλλ’ όμως ηπόρημαι αξίους λόγους ευρείν, ίν’ ως άριστα σον βίον ιστορήσω, διο εξαιτούμαι την σην συγκατάβασιν.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θεόν ποτέ άγνωστον συ λεληθότως ανίχνευες και τούτον επέγνωκας του Παύλου τη διδαχή και προσέδραμες αυτώ και εκολλήθης και γέγονας μύστης Χριστού, Διονύσιε.
Δόξα Πατρί ..
Ηυφράνθη το πνεύμά σου και επλατύνθη διάνοια Θεόν ως εγνώρισας υπερφυή, αληθή˙ Και εζήλωσας αυτώ ομοιωθήναι βιώσαί τε τούτου ζωήν την ακήρατον.
Και νυν και αεί .. Θεοτοκίον.
Νηδύι σου, άχραντε, ο Θεός Λόγος εσκήνωσεν, εξ ής και προσέλαβε φύσιν την βρότειον˙ πλην αμίαντος ωράθη η θειότης, Θεός τε και άνθρωπος μείνας παντέλειος.
ή
Κανὼν τῆς Θεοτόκου. ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος. Εἱρμὸς.
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας Δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Υπεραγία Θεοτόκε σώσον ηµάς.
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
Υπεραγία Θεοτόκε σώσον ηµάς.
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
Υπεραγία Θεοτόκε σώσον ηµάς.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
Υπεραγία Θεοτόκε σώσον ηµάς.
Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Κανὼν τοῦ Ἁγίου. ᾨδὴ γ’. Οὐρανίας ἀψίδος.
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Οὐρανίων ἁψίδων, ὑπεραρθεὶς Ὅσιε, τῶν ὑπερκοσμίων τὰς τάξεις καὶ τὰ στρατεύματα, καὶ τὰς λαμπρότητας, ὑψηγορίαις τῶν λόγων, καὶ πανσόφοις φράσεσι, πᾶσιν ἐτράνωσας.
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑψηλῆς θεωρίας, ἐμφορηθεὶς Ἔνδοξε, τὴν τῶν ὀνομάτων τῶν θείων, πᾶσαν ἀνάπτυξιν, ἐθεολόγησας, Τριαδικὸς θεολόγος, γεγονὼς τῇ χάριτι, θεομακάριστε.
Δόξα ..
Νεκρωθεὶς τοῖς παροῦσι, τῷ πρὸς Θεὸν ἔρωτι, καὶ φιλοσοφία συντόνως ἐγγυμνασάμενος, τῶν ὑπὲρ ἔννοιαν, ζωοποιῶν χαρισμάτων, θεοφόρον ὄργανον, Πάτερ γεγένησαι.
Καὶ νῦν .. Θεοτοκίον.
Γεωργίᾳ Παρθένε, τοῦ παντουργοῦ Πνεύματος, σῶμα τῷ Δεσπότῃ τῶν ὅλων ἐκαρποφόρησας, ἐν ᾧ κατέκρινε, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ζωὴν ἐπήγασε, τὴν αἰωνίζουσαν.
ή
Ωδή γ’. Κανών τῆς Θεοτόκου. Τους σους υμνολόγους ‘, Ὁ Εἱρμὸς.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. (δίς).
Υπεραγία Θεοτόκε σώσον ηµάς.
Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα.
Υπεραγία Θεοτόκε σώσον ηµάς.
Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς, χαῖρε ἀμνὰς κυήσασα, Θεοῦ ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα, χαῖρε θερμὸν ἱλαστήριον.
Υπεραγία Θεοτόκε σώσον ηµάς.
Ὄρθρος φαεινὸς χαῖρε ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον, χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.
Υπεραγία Θεοτόκε σώσον ηµάς.
Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος, διώδευσε μόνος ἡ μοχλούς, καὶ πύλας ᾍδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα, χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων πανύμνητε.
Ωδή γ’. του Αγίου. Τους σους υμνολόγους.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ως έγνων υπόστασιν την θείαν Χριστού του αγνώστου σου Θεού επλήσθη η καρδία σου και έλαμψε διάνοια και επληρώθη άπασα ση βιοτή, Διονύσιε.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νεκρός ως ωράθη επί ξύλου Χριστός ο φιλάνθρωπος Θεός, η ήλιος εσκότισται και πέτραι διερράγησαν˙ τότε συ ανεφώνησας˙ Θεός ή πάσχει ή το παν όλλυται.
Δόξα Πατρί .
Αρρήτως σκηνώσας εν ψυχή σου, ποιήσας εκεί θείαν μονήν ο πανοικτίρμων Κύριος την σην ψυχήν ανέφλεξε και άπαν σου κατέκτησε της διανοίας το φρόνημα.
Και νυν και αεί .. Θεοτοκίον.
Ρημάτων του θείου Αρχαγγέλου ως ήκουσας πάλαι εν Ναζαρέτ σαυτήν Θεώ υπέταξας και τούτον εμεγάλυνας και ταπεινώ φρονήματι προσαπεδέξω την κλήσιν σου.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Κάθισμα. Ήχος πλ. δ’. Την Σοφίαν και Λόγον.
Αθηνών πολιούχον και πρεσβευτήν, Δικαστών τον προστάτην και εμπνευστήν, αξίως τιμώμέν σε και ωδαίς μεγαλύνομεν, ότι εν πάσιν έστης το άριστον πρότυπον, το λόγω τε και πράξει βιώσαν εν χάριτι. Όθεν και προβαίνη προ ημών αοράτως ως θείον υπόδειγμα και της πίστεως έρεισμα, ιερέ Διονύσιε. Πρέσβευε ουν Χριστώ τω Θεώ, όπως μεθέξωμεν τούτων της χάριτος, οι γεραίροντες κατά χρέος την μνήμην σου.
Δόξα Πατρί .. Και νυν και αεί. Θεοτοκίον.Την Σοφίαν και Λόγον.
Γαβριήλ κατεμήνυσε θαυμαστώς, ότι μέλλεις συλλήψει εν σοι γαστρί της δόξης τον Κύριον, του Πατρός τον συνάναρχον, τον προ ηλίου όντα και πάσης της κτίσεως, τον προανάρχως φύντα και Πνεύματι σύνθρονον. Όθεν ανυμνούμεν την σεπτήν εκλογήν σου και χείλεσι κράζομεν˙ Χαίρε θρόνε ολόφωτε, ιοστέφανε, πάγχρυσε. Πρέσβευε τω σω ουν Υιώ, ημαρτηκόσι δωρήσασθαι άφεσιν και γαρ έχομεν την σην χρείαν οι δούλοι σου.
ή
Κάθισμα τοῦ Ἁγίου Ἱερομάρτυρος. Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς τοῦ σκεύους ὑπάρχων τῆς ἐκλογῆς, ἀπεικόνισμα θεῖον ὡς ἀληθῶς, τὰ θεῖα μυστήρια, ἐκδιδάσκεις τῷ Πνεύματι· Καὶ φωτισθεὶς τῇ χάριτι, τῆς θείας ἐλλάμψεως, τὰς τῶν Ἀγγέλων τάξεις, τρανῶς διεσάφησας· ὅθεν καὶ τῷ κόσμῳ, νοητῶς καταλείψας, τὰ θεῖά σου δόγματα, κατεφώτισας ἅπαντα, Ἱερομύστα Διονύσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα .. Καὶ νῦν .. Θεοτοκίον.
Του Ἠλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, παναμώμητε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ, καταύγασον δέομαι, καὶ μεμολυσμένην, τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, καὶ τοῦ ῥύπου με κάθαρον, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν, τῷ εὐσεβῶς προσκυνοῦντι, τὸν πανάγιον τόκον σου.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Σὺ γὰρ εἶ ὁ Βασιλεύς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Κοντάκιον τοῦ Ἁγίου Ἱερομάρτυρος. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τὰς οὐρανίους διαβὰς πύλας ἐν πνεύματι, μαθητευθεὶς τῷ ὑπὲρ τρεῖς οὐρανοὺς φθάσαντι, Ἀποστόλῳ Διονύσιε τῶν ἀρρήτων, ἐπλουτίσθης πᾶσαν γνῶσιν καὶ κατηύγασας, τοὺς ἐν σκότει ἀγνωσίας πρὶν καθεύδοντας· διὸ κράζομεν· Χαίροις Πάτερ παγκόσμιε.
Ὁ Οἶκος.
Ἄγγελος ἐξ ἀνθρώπων ἀρεταῖς χρηματίσας, ὁ μέγας Διονύσιος πᾶσαν, ὡς ὑπόπτερος, ἐμυήθη τὸν νοῦν τὴν οὐράνιον γνῶσιν· διὸ ᾄσμασιν , ὡς Ἄγγελον τιμήσωμεν, βοῶντες πρὸς αὐτὸν τοιαῦτα.
Χαῖρε, ὁ γνοὺς Χριστὸν διὰ Παύλου, χαῖρε, πολλοὺς πρὸς Χριστὸν ἐπιστρέψας.
Χαῖρε, πολυθέου σκηνῆς ὀλετήριον, χαῖρε, θεογνώστου βουλῆς σκοπευτήριον.
Χαῖρε, βίβλος θεοχάρακτος, μυστηρίων θησαυρέ, χαῖρε πίναξ θεομόρφωτε, καὶ διόπτρα οὐρανοῦ.
Χαῖρε, ὅτι τὸ Πάθος τοῦ Κυρίου κατεῖδες, χαῖρε, ὅτι προθύμως δι’ αὐτὸν σφαγιάζῃ.
Χαῖρε, πηγὴ βλυστάνουσα ἄφεσιν, χαῖρε, ῥανὶς κοιλαίνουσα ἄνοιαν.
Χαῖρε, ὁδὸς ἀπλανὴς σωτηρίας, χαῖρε, φραγμὸς ἀσεβῶν παροδίας.
Χαίροις, Πάτερ παγκόσμιε.
ή
Κοντάκιον. Ήχος πλ. δ’ Τη υπερμάχω στρατηγώ.
Των Αθηναίων πας ο Δήμος ευφημήσωμεν τον Ιεράρχην τον κλεινόν και πολυθαύμαστον, ότι πρώτος ποιμενάρχης ημών κατέστη. Και ως έχει το προβάδισμα της πίστεως, ούτως έλαβε και πρώτος το μαρτύριον. Διο κράζομεν˙ Χαίρε μάρτυς πρωτόαθλε.
Ο Οίκος.
Άριστος οικονόμος του Χριστού ανεδείχθης της πάλαι Αθηνών Εκκλησίας. Και ως εγένου αυτής Ποιμήν πρώτος κατά τάξιν, σαυτόν ηνάλωσας κηρύσσων και ποδηγετών. Διο βοώμεν προς σε ταύτα˙
Χαίρε, ο γνους τον Θεόν δια Παύλου,
Χαίρε, ο δους εις αυτόν τα πάντα.
Χαίρε, ότι Άρειον Πάγον κατέλιπες,
Χαίρε, ότι άγιον Βήμα κατέλαβες.
Χαίρε, ότι συ εβίωσας τον κανόνα τον χρυσούν,
Χαίρε, ότι συ εμόχθησας δια ποίμνιον το σον.
Χαίρε, ότι το πλήθος των ειδώλων καθείλες
Χαίρε, ότι το σκότος το της πλάνης απήρες˙
Χαίρε, ποιμήν ψυχών, ακατάβλητε,
Χαίρε, πατήρ πιστών, αδαπάνητε.
Χαίρε, οδόν σωτηρίας γνωρίσας,
Χαίρε, οδόν μαρτυρίου βαδίσας,
Χαίρε, μάρτυς πρωτόαθλε.
ΣΥΝΑΞΑΡΙΟΝ.
Τῇ Γ ‘ τοῦ μηνός Οκτωβρίου, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.
Στίχοι.
Τέμνῃ κεφαλήν· καὶ τὸ λοιπὸν ὡς μέγα!
Ἄρας γὰρ αὐτήν, Διονύσιε τρέχεις.
Τμηθεὶς Διονύσιε τρίτῃ κεφαλὴν θέες αἴρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ῥουστικοῦ καὶ Ἐλευθερίου.
Στίχοι.
Ἐλευθέριον καὶ Ῥουστικὸν τὸ ξίφος,
Ἐλευθέρους τίθησι καὶ τῶν γηΐνων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοκτίστου.
Στίχοι.
Κτίστῃ σέβας δοὺς Θεόκτιστος, οὐ κτίσει,
Χαίρων κεφαλῆς τὴν ἀφαίρεσιν φέρει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου καὶ τῶν σὺν αὐτῷ ὀκτὼ Μαρτύρων.
Στίχοι.
Διονύσιος σὺν συνάθλων ὀκτάδι,
Ζόφου μεταστάς, φωτὸς οἰκεῖ χωρίον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγιου Μάρτυρος Θεαγένους.
Στίχοι.
Ὡς ἦλθεν ἐν χρῷ τῆς πυρᾶς Θεαγένης,
Εἰσῆλθεν αὐτὴν οὐ ταραχθεὶς τῇ θέᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοτέκνου.
Στίχοι.
«Ἅπαξ ἐλεύσθην» καὶ Θεότεκνος λέγει,
Ὡς Παῦλος εἶπε, πρὸς Κορινθίους γράφων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος, Ἀδαύκτου.
Στίχοι.
Ξίφει θανών, Ἄδαυκτε Μάρτυς Κυρίου,
Σὺν Μάρτυσι ζῇς, καὶ Θεὸν ζῶντα βλέπεις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χοζεβίτου, Ἐπισκόπου Καισαρείας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ἦχος δ΄. ᾨδὴ α.΄
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ᾨδὴ γ΄.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου στεφάνων δόξης ἀξίωσον.
ᾨδὴ δ΄.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.
ᾨδὴ ε΄.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ᾨδὴ Ϛ΄.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ᾨδὴ ζ΄.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄.
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καταβασία ᾨδὴ θ΄.
Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἐξαποστειλάριον τοῦ Ἁγίου Ἱερομάρτυρος. Ἦχος β’ . Τοῖς Μαθηταῖς.
Τῷ Παύλῳ Διονύσιε, τῷ κλεινῷ κορυφαίῳ, μαθητευθεὶς πανόλβιε, ὑπ’ αὐτοῦ ἐμυήθης, τῶν ἀποκρύφων τὴν γνῶσιν· ὅθεν σε καὶ λαμπτῆρα, τῇ Ἐκκλησίᾳ τίθησιν, Ἀθηνῶν προχειρίσας, τῆς εὐσεβοῦς, Ἱεράρχην πόλεως, ἣν φυλάττοις, ὀρθοδοξοῦσαν πάνσοφε, σαῖς εὐχαὶς θεοκῆρυξ.
Θεοτοκίον. Ἦχος β’. Τοῖς Μαθηταῖς.
Ἐν τῇ σεπτῇ κοιμήσει σου, Παναγία Παρθένε, παρῆν ὁ Διονύσιος, σὺν τῷ Ἱεροθέῳ, καὶ Τιμοθέῳ τῷ θείῳ, ἅμα τοῖς, Ἀποστόλοις, ἕκαστος ὕμνον ᾄδοντες, πρόσφορον τῇ σῇ μνήμῃ· μεθ’ ὧν καὶ νῦν, πᾶσα γλῶσσα βρότειος ἀνυμνεῖ σε, τὴν τοῦ Θεοῦ λοχεύτριαν, καὶ τοῦ κόσμου προστάτιν.
ή
Εξαποστειλάριον. Ήχος β’. Τοις Μαθηταίς συνέλθωμεν.
Τον θείον Διονύσιον Αθηνών τον προστάτην και πολιούχον κράτιστον, αντιλήπτορα θείον, ανυφημούμέν σε πάντες πόθω και κατά χρέος, και εκζητούμεν σώζεσθαι το κλεινόν ημών άστυ εκ συμφορών και παντοίων νόσων τε και κινδύνων. Συ γαρ υπάρχεις πάντοτε η ημών σωτηρία.
Θεοτοκίον.
Γεθσημανή εφέστηκε δωδεκάς Αποστόλων και θείος Διονύσιος, Ιερόθεος άμα, εξοδιάσαι σον σκήνος ως ψυχή σου απέπτη και προς Υιόν μεθέστηκε, Παναγία Παρθένε, σεμνοπρεπώς, ως σεμνώς εβίωσας εν τοις κάτω. Και γαρ του Λόγου γέγονας επουράνιος θρόνος.
ΑΙΝΟΙ ΨΑΛΜΟΣ ΡΜΗ’ (148).
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Στιχηρὰ τοῦ Ἑσπερινοῦ τοῦ Ἁγίου Ἱερομάρτυρος. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ἀγκίστρῳ τῆς χάριτος σοφῶς, ὁ Παῦλος ὁ ἔνθεος, δημηγορήσας ἐζώγρησεν, Ἱεροφάντορα, καὶ τῶν ἀπορρήτων, θεωρὸν εἰργάσατο, σὲ σκεῦος ἐκλογῆς θεασάμενος, μεθ’ οὗ δυσώπησον, θεορρῆμον Διονύσιε, τοῦ σωθῆναι, τοὺς πόθῳ ὑμνοῦντας σε.
ή
Ήχος β’. Ποίοις ευφημιών.
Ποίον εγκωμιών στέφανον καταπλέξωμεν τω Ιεράρχη τω εν ταις Αθήναις βιώσαντι και επιδεξίως ποιμάναντι την των Αθηναίων Εκκλησίαν! Αυτής, πρώτος ιεράρχης αναδέδεικται˙ προς δε, πρώτος και εν μάρτυσιν γινώσκεται. Ούτος προς τούτοις αξίως τη σεπτή Κοιμήσει Θεοτόκου παρευρεθείς υμνήσεως ήρξατο μετέχων θείας αινέσεως.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ἀγκίστρῳ τῆς χάριτος σοφῶς, ὁ Παῦλος ὁ ἔνθεος, δημηγορήσας ἐζώγρησεν, Ἱεροφάντορα, καὶ τῶν ἀπορρήτων, θεωρὸν εἰργάσατο, σὲ σκεῦος ἐκλογῆς θεασάμενος, μεθ’ οὗ δυσώπησον, θεορρῆμον Διονύσιε, τοῦ σωθῆναι, τοὺς πόθῳ ὑμνοῦντας σε.
ή
Ήχος β’. Ποίοις ευφημιών.
Ποίοις μελωδικοίς άσμασι καταστέψωμεν τον Ιεράρχην, το του Κορυφαίου εκβλάστημα και Ιεροθέου ανάθρεμμα, Αθηνών τον μέγαν αρχιθύτην! Το μεν, ως ναούς ειδώλων καταρρίψαντι, το δε, ως ναούς Χριστού εμψύχους κτίσαντι. Έδει γαρ πνεύματος πόλει το Πνεύμα οικήσαι, το Πατρί συνδημιουργόν, Υιώ τε ομότιμον, σκηνώσαι και μείναι ένοικον.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ .
Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ἀγγέλοις ὁμότιμον τὸν νοῦν, Πάτερ Διονύσιε, δι’ ἀρετῆς ἐργασάμενος, τὴν ὑπερκόσμιον, τῆς ἱεραρχίας, εὐταξίαν πάνσοφε, ἐν βίβλοις ἱεροῖς ἀνιστόρησας, καθ’ ἣν ἐρρύθμισας, Ἐκκλησίας τὰ συστήματα, οὐρανίων, τὰς τάξεις μιμούμενος.
ή
Ήχος β’. Ποίοις ευφημιών.
Ποίοις υμνωδιών μέλεσιν ευφημήσωμεν τον Ποιμενάρχην, τον αναλωθέντα τω σώματι και δαπανηθέντα τω πνεύματι˙ ευατόν ως πρότυπον διδόντα! Ον Παύλος ήνεγκεν εις φως και την Αλήθειαν και σκεύος εκλογής γνησίας απειργάσατο. Γέγονε γαρ πάσι τα πάντα, ίνα πάντας σώση επηρείας της του Σατάν. Διο γέρας είληφε προθύμως και το μαρτύριον.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ἐμφιλοσοφώτατα Θεῷ μάκαρ Διονύσιε, ὡς δυνατὸν ὁμοιούμενος, τῶν ὀνομάτων σύ, μυστικῶς τῶν θείων, εὐσεβῶς ἐξήπλωσας, τὴν ἔνθεον θεόφρον ἀνάπτυξιν, ἑνώσει κρείττονι, μυηθεὶς τὰ ὑπὲρ ἔννοιαν, καὶ μυήσας, τοῦ κόσμου τὰ πέρατα.
ή
Ήχος β’. Ποίοις ευφημιών.
Ποίον εγκωμιών έπαινον απονείμωμεν τω Διδασκάλω, τω ποτέ Δικαίου καυχήματι και των δικαστών καλλωπίσματι, τω τα νυν Πνυκί προσαναβάντι, ακούσαι, ο «σπερμολόγος» έδει λέγεσθαι και γνώναι, Χριστού ταφήν και την ανάστασιν. Έμελλε γαρ ταύτα πάντα αυτόν συγκλονίσαι και εις δρόμον παναληθή ελκύσαι αυτού ψυχήν και σώσαι αυτού την ύπαρξιν.
Δοξα Πατρι και Υιω και Αγιω Πνευµατι. Ἦχος πλ. δ’. Γερμανοῦ.
Ἐν Ἱερεῦσι καὶ Μάρτυσι διαπρέψας Ὅσιε, πιστὸς ἀνεδείχθης Ποιμήν, τοῦ Χριστοῦ πιὼν τὸ ποτήριον· διὸ ἐν ἑκατέροις εὐαρεστήσας αὐτῷ τῷ Χριστῷ, πρέσβευε ὑπέρ πάντων ἡμῶν, σὺν τοῖς ἄνω Λειτουργοῖς, ἐν φωτὶ νῦν αὐλιζόμενος.
Και νυν και αει και εις τους αιωνας των αιωνων αµην. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
ή
Δοξα Πατρι και Υιω και Αγιω Πνευµατι. Ήχος πλ. β’.
Ο αληθής Θεός ουκ εν χειροποιήτοις ναοίς κατοικεί, ουδέ υπό χειρών ανθρώπων θεραπεύεται, προσδεόμενός τινός. Τούτο μαθών υπό του Παύλου, Διονύσιε, έθηκας την ψυχήν σου εις κατοίκησιν Αυτού. και πολλούς υιούς και θυγατέρας αναδείξας εκίνησας την οργήν του Άρχοντος του σκότους. Και συμβουλία τούτου τω πυρί παρεδόθης. Καθαρθείς δε και λάμψας ως χρυσός εν χωνευτηρίω προσετέθης ταις λαμπηδόσι του ουρανού. Και νυν, λειτουργών εις το άνω θυσιαστήριον, πρέσβευε υπέρ ημών προς Κύριον.
Και νυν και αει και εις τους αιωνας των αιωνων αµην.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ του Ιεράρχου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη.
- Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
- Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
- Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
- Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
- Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
- Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
- Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
- Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
- Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
- Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
- Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
- Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
- Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
- Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
- Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
- Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
- Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
- Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
- Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
- Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
- Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
- Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
- Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἀπολυτίκιον. Ἦχος δ´.
Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἱερομάρτυς Διονύσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Απολυτίκιον. Ήχος γ’. Θείας πίστεως.
Χαίρει έχουσα Αθηνών πόλις αντιλήπτορα και πολιούχον τον πρωτεπίσκοπον αυτής Διονύσιον, Αρχιερέων λαμπρόν εγκαλλώπισμα και των μαρτύρων σεμνόν επικόσμημα18 Αξιάγαστε, Χριστόν τον Θεόν ικέτευε τηρείν ημάς και πόλιν σου απείραστον.
Δόξα Πατρί .. Ἦχος δ´.
Τον σοφον Ιεραρχην πιστοι τιµησωµεν Διονυσιον υµνοις αυτον γεραιροντες ως πολιουχον Αθηνων και αντιληπτορα ως σοφον υφηγητην και σαφη ερµηνευτην της ανω µυσταγωγιας και ως ευχαις αυτου πασιν ηµιν δωρουντα το µεγα ελεος
Καὶ νῦν .. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Τῌ Γ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ 2026.
ΣΑΒΒΑΤΟΝ. ΙΗ’ Εβδομάδα ( Β’ ΛΟΥΚΑ ). Ἦχος πλ. δ’.
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ.
Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ Πατρὸς ἡμῶν, Ἀρχιεπισκόπου (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῆς (πόλεως) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος, Αὐτὸς Δέσποτα, κατὰ τὴν εὐσπλαχνίαν σου, ἐπίβλεψον ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθ’ ἡμῶν, καί τῶν συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καί τοὺς οἰκτιρμούς σου.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀντίφωνον Α΄.
Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Δόξα Πατρί .. Καὶ νῦν .
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Ὅτι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀντίφωνον Β’.
Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
Στίχ. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
Στίχ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
Δόξα Πατρὶ .. Καὶ νῦν ..
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀντίφωνον Γ’.
Στίχ. α’. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ἀπολυτίκιον. Ἦχος δ´.
Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἱερομάρτυς Διονύσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. β’. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.
Ἀπολυτίκιον. Ἦχος δ´.
Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἱερομάρτυς Διονύσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰσοδος.
Σοφία· Ορθοί !
Εἰσοδικὸν.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός ψάλλοντάς σοι, Ἀλληλούϊα.
Ἀπολυτίκιον. Ἦχος δ´.
Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἱερομάρτυς Διονύσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Απολυτίκιον. Ήχος γ’. Θείας πίστεως.
Χαίρει έχουσα Αθηνών πόλις αντιλήπτορα και πολιούχον τον πρωτεπίσκοπον αυτής Διονύσιον, Αρχιερέων λαμπρόν εγκαλλώπισμα και των μαρτύρων σεμνόν επικόσμημα18 Αξιάγαστε, Χριστόν τον Θεόν ικέτευε τηρείν ημάς και πόλιν σου απείραστον.
Απολυτίκιον. Ἦχος δ´.
Τον σοφον Ιεραρχην πιστοι τιµησωµεν Διονυσιον υµνοις αυτον γεραιροντες ως πολιουχον Αθηνων και αντιληπτορα ως σοφον υφηγητην και σαφη ερµηνευτην της ανω µυσταγωγιας και ως ευχαις αυτου πασιν ηµιν δωρουντα το µεγα ελεος
Του Ιερού Ναού.
Κοντάκιον Ἦχος β΄.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
Διάκονος.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὁ Θεὸς ὁ Ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπό τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπό τῶν Χερουβεὶμ δοξολογούμενος, καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα ὁ κτίσας τὸν ἄνθρωπον κατ’ εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας, ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν, ὁ καταξιώσας ἡμᾶς, τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου, καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν. Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα, ἑκούσιόν τε καὶ ἀκούσιον, ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων.
Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Τρισάγιον Ἀποστόλου.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν.
Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δύναμις.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἀπόστολος Προκείμενον. Ἦχος βαρύς.
Καυχήσονται ὅσιοι ἐν δόξῃ
Στίχ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 17:16-34.
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐν ταῖς ᾿Αθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς ᾿Ιουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. Τινὲς δὲ τῶν ᾿Επικουρείων καὶ τῶν Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον· Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; Οἱ δέ· Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν ᾿Ιησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο αὐτοῖς. Ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν ῎Αρειον πάγον ἤγαγον λέγοντες· Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι. ᾿Αθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ ᾿Αρείου πάγου ἔφη· Ἄνδρες ᾿Αθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, ἀγνώστῳ Θεῷ. Ὅν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν κατὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ᾿ ὑμᾶς ποιητῶν εἰρήκασι· Τοῦ γὰρ καὶ γένος ἐσμέν. Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν, διότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον· Ἀκουσόμεθά σου πάλιν περὶ τούτου. Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ ᾿Αρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.
Ἀλληλούϊα. (γ΄) Ἦχος α΄.
Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών.
Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ματθαῖον ιγ΄ 44 – 54.
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν. Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· ἣν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες αὐτὴν ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, Ναί Κύριε. ὁ δὲ εἶπεν αὐτοῖς· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Κύριε, ἐλέησον.
Κύριε παντοκράτορ ὁ Θεός τῶν Πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Πατρὸς ἡμῶν, Ἀρχιεπισκόπου (τοῦ δεῖνος).
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρά σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Κύριε, ἐλέησον.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Σοφία.
Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεός τῶν δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καί τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι, ὁ Θεός, τὴν δέησιν ἡμῶν, ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντός τοῦ λαοῦ σου, καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν σου ταύτην, ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί σε ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἵνα εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης, ἐν τῷ πλήθει τῆς σῆς ἀγαθότητος.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Σοφία.
Πάλιν καὶ πολλάκις σοι προσπίπτομεν καί σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς, δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου μυστηρίων, καί τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι.
Ὅπως ὑπό τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν.
Ὡς τὸν βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.
Η Είσοδος των Τιμίων Δώρων.
Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Κύριε, ἐλέησον.
Ὑπέρ τῶν προτεθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου καί τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Παράσχου Κύριε
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Παράσχου Κύριε
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κτίσας ἡμᾶς καὶ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτὴν, ὁ ὑποδείξας ἡμῖν ὁδοὺς εἰς σωτηρίαν, ὁ χαρισάμενος ἡμῖν οὐρανίων μυστηρίων ἀποκάλυψιν, σὺ εἶ ὁ θέμενος ἡμᾶς εἰς τὴν διακονίαν ταύτην ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου. Εὐδόκησον δή, Κύριε, τοῦ γενέσθαι ἡμᾶς διακόνους τῆς καινῆς σου Διαθήκης, λειτουργοὺς τῶν ἁγίων σου Μυστηρίων, πρόσδεξαι ἡμᾶς προσεγγίζοντας τῷ ἁγίῳ σου θυσιαστηρίῳ, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, ἵνα γενώμεθα ἄξιοι τοῦ προσφέρειν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον θυσίαν ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, ἣν προσδεξάμενος εἰς τὸ ἅγιον, ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος. Ἐπίβλεψον ἐφ’ ἡμᾶς, ὁ Θεός, καὶ ἔπιδε ἐπὶ τὴν λατρείαν ἡμῶν ταύτην , καὶ πρόσδεξαι αὐτήν, ὡς προσεδέξω Ἄβελ τὰ δῶρα, Νῶε τὰς θυσίας, Ἀβραὰμ τὰς ὁλοκαρπώσεις, Μωϋσέως καὶ Ἀαρὼν τὰς ἱερωσύνας, Σαμουὴλ τὰς εἰρηνικάς. Ὡς προσεδέξω ἐκ τῶν ἁγίων σου Ἀποστόλων τὴν ἀληθινὴν ταύτην λατρείαν, οὕτω καὶ ἐκ τῶν χειρῶν ἡμῶν τῶν ἁμαρτωλῶν πρόσδεξαι τὰ Δῶρα ταῦτα, ἐν τῇ χρηστότητί σου, Κύριε, ἵνα, καταξιωθέντες λειτουργεῖν ἀμέμπτως τῷ ἁγίῳ σου θυσιαστηρίῳ, εὕρωμεν τὸν μισθὸν τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων, ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ τῆς ἀνταποδόσεώς σου τῆς δικαίας.
Διά τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
+Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
ή
Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.
Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν.
- Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
- Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τον ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο.
- Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
- Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα.
- Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
- Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
- Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῶ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν.
- Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.
- Ὁμολογῶ ἕν Βάπτισμᾳ εἰς ἄφεσιν ἁμαρτιῶν.
- Προσδοκῶ ἀνάστασιν νεκρῶν.
- Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος.
- Ἀμήν.
Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου, πρόσχωμεν, τὴν ἁγίαν ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν.
Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καί Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.
Καὶ μετά τοῦ πνεύματός σου.
Ἄνω σχῶμεν τὰς καρδίας.
Ἔχομεν πρὸς τὸν Κύριον.
Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ἄξιον καὶ δίκαιόν ἐστι.
Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα,
Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, Πλήρης, ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσσανὰ ὁ ἐν τοῖς ὑψίστοις.
Ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών· Λάβετε, φάγετε. τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Ἀμήν.
Ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών· Πίετε ἐξ αὐτοῦ πάντες. Τοῦτό ἐστι τὸ Αἷμα μου, το τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ἡμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Ἀμήν.
Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν Ἄρτον τοῦτον, καὶ τὸ Ποτήριον τοῦτο πίνητε, τὸν ἐμὸν θάνατον καταγγέλλετε, τὴν ἐμὴν Ἀνάστασιν ὁμολογεῖτε. Μεμνημένοι οὖν, Δέσποτα, καὶ ἡμεῖς τῶν σωτηρίων αὐτοῦ Παθημάτων, τοῦ ζωοποιοῦ Σταυροῦ, τῆς τριημέρου Ταφῆς, τῆς ἐκ νεκρῶν Ἀναστάσεως, τῆς εἰς οὐρανοὺς Ἀνόδου, τῆς ἐκ δεξιῶν σοῦ τοῦ Θεοῦ καὶ Πατρὸς Καθέδρας, καὶ τῆς ἐνδόξου καὶ φοβερᾶς δευτέρας αὐτοῦ Παρουσίας.
Τὰ Σὰ ἐκ τῶν Σῶν, σοὶ προσφέρομεν κατὰ πάντα, καὶ διὰ πάντα.
Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.
Εις τό Ἐξαιρέτως.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν πρώτοις, μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν, ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῶον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα, καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.
Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.
Καὶ πάντων καὶ πασῶν.
Μέγα τὸ ὄνομα τῆς Ἁγίας Τριάδος, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Μνήσθητι, Κύριε, πάσης Ἐπισκοπῆς Ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας. Μνήσθητι, Κύριε, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, καὶ τῆς ἐμῆς ἀναξιότητος, συγχώρησόν μοι πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον, καὶ μὴ διὰ τὰς ἐμὰς ἁμαρτίας κωλύσῃς τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος ἀπὸ τῶν προκειμένων Δώρων. Μνήσθητι, Κύριε, τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς ἱερατικοῦ Τάγματος, καὶ μηδένα ἡμῶν καταισχύνῃς τῶν κυκλούντων τὸ ἅγιόν σου θυσιαστήριον. Ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου, Κύριε, ἐπιφάνηθι ἡμῖν ἐν τοῖς πλουσίοις σου οἰκτιρμοῖς, εὐκράτους καὶ ἐπωφελεῖς τοὺς ἀέρας ἡμῖν χάρισαι, ὄμβρους εἰρηνικοὺς τῇ γῇ πρὸς καρποφορίαν δώρησαι. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, παῦσον τὰ σχίσματα τῶν Ἐκκλησιῶν, σβέσον τὰ φρυάγματα τῶν ἐθνῶν, τὰς τῶν αἱρέσεων ἐπαναστάσεις ταχέως κατάλυσον, τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος. Πάντας ἡμᾶς πρόσδεξαι εἰς τὴν βασιλείαν σου, υἱούς φωτὸς καὶ υἱοὺς ἡμέρας ἀναδείξας, τὴν σὴν εἰρήνην, καὶ τὴν σὴν ἀγάπην χάρισαι ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.
Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων ὑμῶν.
Καὶ μετά τοῦ πνεύματός σου.
Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν Χάριν καὶ τὴν δωρεάν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Παράσχου Κύριε
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν Παράσχου Κύριε
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Παράσχου Κύριε
Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε
Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, σὺ ἡμᾶς δίδαξον εὐχαριστεῖν σοι ἀξίως ὑπὲρ τῶν εὐεργεσιῶν σου, ὧν ἐποίησας, καὶ ποιεῖς μεθ’ ἡμῶν. Σύ, ὁ Θεὸς ἡμῶν, ὁ προσδεξόμενος τὰ Δῶρα ταῦτα, καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δίδαξον ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου, ἵνα ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ὑποδεχόμενοι τὴν μερίδα τῶν ἁγιασμάτων σου, ἑνωθῶμεν τῷ ἁγίῳ Σώματι καὶ Αἵματι τοῦ Χριστοῦ σου. Καὶ ὑποδεξάμενοι αὐτὰ ἀξίως, σχῶμεν τὸν Χριστόν, κατοικοῦντα ἐν ταῖς καρδίαις ἡμῶν, καὶ γενώμεθα ναὸς τοῦ Ἁγίου σου Πνεύματος. Ναί, ὁ Θεὸς ἡμῶν, καὶ μηδένα ἡμῶν ἔνοχον ποιήσῃς τῶν φρικτῶν σου τούτων καὶ ἐπουρανίων Μυστηρίων, μηδὲ ἀσθενῆ ψυχῇ καὶ σώματι, ἐκ τοῦ ἀναξίως αὐτῶν μεταλαμβάνειν, ἀλλὰ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς, ἀξίως ὑποδέχεσθαι τὴν μερίδα τῶν ἁγιασμάτων σου, εἰς ἐφόδιον ζωῆς αἰωνίου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου, ὅπως ἂν καὶ ἡμεῖς μετὰ πάντων τῶν Ἁγίων, τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων, γενώμεθα μέτοχοι τῶν αἰωνίων σου ἀγαθῶν, ὧν ἡτοίμασας τοῖς ἀγαπῶσί σε, Κύριε.
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν·
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ Βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς.
Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ἀφειλέταις ἡμῶν.
Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἔστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
+ Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.
Δέσποτα Κύριε, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλὰς εὐλόγησον, ἁγίασον, φρούρησον, ὀχύρωσον, ἐνδυνάμωσον, ἀπὸ παντὸς ἔργου πονηροῦ ἀπόστησον, παντὶ δὲ ἔργῳ ἀγαθῷ σύναψον, καὶ καταξίωσον ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου τούτων καὶ ζωοποιῶν Μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς Πνεύματος Ἁγίου κοινωνίαν.
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών, καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου, καὶ τοῦ τιμίου Αἵματος, καὶ δι’ ἡμῶν παντὶ τῷ Λαῷ.
Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησον με. (3).
Πρόσχωμεν.
Τὰ Ἅγια τοῖς Ἁγίοις.
Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Κοινωνικὸν.
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.
Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.
Μεταλαμβάνει ὁ δοῦλος τοῦ Θεοῦ __ σῶμα καὶ αἷμα Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιων.
Ἀμήν.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
ἦχος β’.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Αµήν, αµήν, αµήν, εις άφεσιν αµαρτιών και εις ζωήν αιώνιον.
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ανυμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς τῶν ᾁγίων σου μετασχεῑν μυστηρίων, τήρησον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ, ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
• Ὀρθοί, μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Κύριε, ἐλέησον.
• Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε, ἐλέησον.
• Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοι Κύριε.
Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεὸς ἡμῶν, ἐπὶ τῇ μεταλήψει τῶν ἁγίων, ἀχράντων, ἀθανάτων, καὶ ἐπουρανίων σου Μυστηρίων, ἃ ἔδωκας ἡμῖν ἐπ’ εὐεργεσίᾳ, καὶ ἁγιασμῷ, καὶ ἰάσει τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν. Αὐτός, Δέσποτα τῶν ἁπάντων, δὸς γενέσθαι ἡμῖν τὴν κοινωνίαν τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς ἴασιν ψυχῆς καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου.
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἐν εἰρήνῃ προέλθωμεν.
Του Κυρίου δεηθῶμεν.
Ὁ εὐλογῶν τοὺς εὐλογούντάς σε, Κύριε καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπης ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεύσι, τοῖς ἄρχουσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου. Ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρός τῶν φώτων, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
ἦχος β’.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀπόλυσις.
ΙΕΡΕΥΣ: Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἀμήν.
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.




